Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Φενεῷ κατοίκησιν ἔτει πέμπτῳ, δυσφορῶν ἐπὶ τῷ τετελευτηκέναι Οἰωνὸν τὸν Λικυμνίου καὶ Ἴφικλον τὸν ἀδελφόν, ἀπῆλθεν ἑκουσίως ἐξ Ἀρκαδίας καὶ πάσης Πελοποννήσου. συναπελθόντων δʼ αὐτῷ πολλῶν ἐκ τῆς Ἀρκαδίας, ἀπῆλθε τῆς Αἰτωλίας εἰς Καλυδῶνα κἀκεῖ κατῴκησεν. οὐκ ὄντων δʼ αὐτῷ παίδων γνησίων οὐδὲ γαμετῆς γυναικός, ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη Μελεάγρου. οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν βραχὺ παρεκβάντας ἡμᾶς ἀπαγγεῖλαι τὴν περὶ τὸν Μελέαγρον περιπέτειαν.

Οἰνεὺς γάρ, γενομένης εὐκαρπίας αὐτῷ τοῦ σίτου, τοῖς μὲν ἄλλοις θεοῖς ἐτέλεσε θυσίας, μόνης δὲ τῆς Ἀρτέμιδος ὠλιγώρησεν· δι’ ἣν αἰτίαν ἡ θεὸς αὐτῷ μηνίσασα τὸν διαβεβοημένον Καλυδώνιον ὗν ἀνῆκεν, ὑπερφυῆ τὸ μέγεθος.

οὗτος δὲ τὴν σύνεγγυς χώραν καταφθείρων τὰς κτήσεις ἐλυμαίνετο· διόπερ Μελέαγρος ὁ Οἰνέως, τὴν μὲν ἡλικίαν μάλιστα ἀκμάζων, ῥώμῃ δὲ καὶ

v.1.p.451
ἀνδρείᾳ διαφέρων, παρέλαβε πολλοὺς τῶν ἀρίστων ἐπὶ τὴν τούτου κυνηγίαν. πρώτου δὲ Μελεάγρου τὸ θηρίον ἀκοντίσαντος, ὁμολογούμενον αὐτῷ τὸ πρωτεῖον συνεχωρήθη· τοῦτο δʼ ἦν ἡ δορὰ τοῦ ζῴου.

μετεχούσης δὲ τῆς κυνηγίας Ἀταλάντης τῆς Σχοινέως, ἐρασθεὶς αὐτῆς ὁ Μελέαγρος παρεχώρησε τῆς δορᾶς καὶ τοῦ κατὰ τὴν ἀριστείαν ἐπαίνου. ἐπὶ δὲ τοῖς πραχθεῖσιν οἱ Θεστίου παῖδες συγκυνηγοῦντες ἠγανάκτησαν, ὅτι ξένην γυναῖκα προετίμησεν αὐτῶν, παραπέμψας τὴν οἰκειότητα. διόπερ ἀκυροῦντες τοῦ Μελεάγρου τὴν δωρεὰν ἐνήδρευσαν Ἀταλάντῃ, καὶ κατὰ τὴν εἰς Ἀρκαδίαν ἐπάνοδον ἐπιθέμενοι τὴν δορὰν ἀφείλοντο.

Μελέαγρος δὲ διά τε τὸν πρὸς τὴν Ἀταλάντην ἔρωτα καὶ διὰ τὴν ἀτιμίαν παροξυνθείς, ἐβοήθησε τῇ Ἀταλάντῃ. καὶ τὸ μὲν πρῶτον παρεκάλει τοὺς ἡρπακότας ἀποδοῦναι τῇ γυναικὶ τὸ δοθὲν ἀριστεῖον· ὡς δʼ οὐ προσεῖχον, ἀπέκτεινεν αὐτούς, ὄντας τῆς Ἀλθαίας ἀδελφούς. διόπερ ἡ μὲν Ἀλθαία γενομένη περιαλγὴς ἐπὶ τῇ τῶν ὁμαίμων ἀναιρέσει ἀρὰς ἔθετο, καθʼ ἃς ἠξίωσεν ἀποθανεῖν Μελέαγρον· καὶ τοὺς ἀθανάτους ὑπακούσαντας ἐπενεγκεῖν αὐτῷ τὴν τοῦ βίου καταστροφήν.

ἔνιοι δὲ μυθολογοῦσιν ὅτι κατὰ τὴν Μελεάγρου γένεσιν τῇ Ἀλθαίᾳ τὰς Μοίρας καθʼ ὕπνον ἐπιστάσας εἰπεῖν ὅτι τότε τελευτήσει Μελέαγρος ὁ υἱὸς αὐτῆς, ὅταν ὁ δαλὸς κατακαυθῇ. διόπερ τεκοῦσαν, καὶ νομίσασαν ἐν τῇ τοῦ δαλοῦ φυλακῇ τὴν σωτηρίαν

v.1.p.452
τοῦ τέκνου κεῖσθαι, τὸν δαλὸν ἐπιμελῶς τηρεῖν.

ὕστερον δʼ ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν παροξυνθεῖσαν κατακαῦσαι τὸν δαλὸν καὶ τῷ Μελεάγρῳ τῆς τελευτῆς αἰτίαν καταστῆναι· ἀεὶ δὲ μᾶλλον ἐπὶ τοῖς πεπραγμένοις λυπουμένην τὸ τέλος ἀγχόνῃ τὸν βίον καταστρέψαι.

ἅμα δὲ τούτοις πραττομένοις Ἱππόνουν ἐν Ὠλένῳ πρὸς τὴν θυγατέρα Περίβοιαν, φάσκουσαν αὑτὴν ἐξ Ἄρεος ὑπάρχειν ἔγκυον, διενεχθέντα πέμψαι ταύτην εἰς Αἰτωλίαν πρὸς Οἰνέα καὶ παρακελεύσασθαι ταύτην ἀφανίσαι τὴν ταχίστην.

ὁ δʼ Οἰνεὺς ἀπολωλεκὼς προσφάτως υἱὸν καὶ γυναῖκα, τὸ μὲν ἀποκτεῖναι τὴν Περίβοιαν ἀπέγνω, γήμας δʼ αὐτὴν ἐγέννησεν υἱὸν Τυδέα. τὰ μὲν οὖν περὶ Μελέαγρον καὶ Ἀλθαίαν, ἔτι δʼ Οἰνέα τοιαύτης ἔτυχε διεξόδου.

Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις βουλόμενος χαρίσασθαι τὸν Ἀχελῷον ποταμὸν ἀπέστρεψε, καὶ ῥύσιν ἄλλην κατασκευάσας ἀπέλαβε χώραν πολλὴν καὶ πάμφορον, ἀρδευομένην ὑπὸ τοῦ προειρημένου ῥείθρου.

διὸ καὶ τῶν ποιητῶν τινας μυθοποιῆσαι τὸ πραχθέν· παρεισήγαγον γὰρ τὸν Ἡρακλέα πρὸς τὸν Ἀχελῷον συνάψαι μάχην, ὡμοιωμένου τοῦ ποταμοῦ ταύρῳ, κατὰ δὲ τὴν συμπλοκὴν θάτερον τῶν κεράτων κλάσαντα δωρήσασθαι τοῖς Αἰτωλοῖς, ὃ προσαγορεῦσαι κέρας Ἀμαλθείας. ἐν ᾧ πλάττουσι πλῆθος ὑπάρχειν πάσης ὀπωρινῆς ὥρας, βοτρύων τε καὶ μήλων καὶ τῶν ἄλλων τῶν

v.1.p.453
τοιούτων, αἰνιττομένων τῶν ποιητῶν κέρας μὲν τοῦ Ἀχελῴου τὸ διὰ τῆς διώρυχος φερόμενον ῥεῖθρον, τὰ δὲ μῆλα καὶ τὰς ῥόας καὶ τοὺς βότρυς δηλοῦν τὴν καρποφόρον χώραν τὴν ὑπὸ τοῦ ποταμοῦ ἀρδευομένην καὶ τὸ πλῆθος τῶν καρποφορούντων φυτῶν· Ἀμαλθείας δʼ εἶναι κέρας οἱονεί τινος ἀμαλακιστίας, δι’ ἧς τὴν εὐτονίαν τοῦ κατασκευάσαντος δηλοῦσθαι.

Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις συστρατεύσας ἐπὶ Θεσπρωτοὺς πόλιν τε Ἐφύραν κατὰ κράτος εἷλε καὶ Φυλέα τὸν βασιλέα τῶν Θεσπρωτῶν ἀπέκτεινε. λαβὼν δὲ αἰχμάλωτον τὴν θυγατέρα τοῦ Φυλέως ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσε Τληπόλεμον.