Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἡμῖν δʼ οὐ παραλειπτέον τὰ περὶ Ἄτλαντος μυθολογούμενα

v.1.p.438
καὶ τὰ περὶ τοῦ γένους τῶν Ἑσπερίδων. κατὰ γὰρ τὴν Ἑσπερῖτιν ὀνομαζομένην χώραν φασὶν ἀδελφοὺς δύο γενέσθαι δόξῃ διωνομασμένους, Ἕσπερον καὶ Ἄτλαντα. τούτους δὲ κεκτῆσθαι πρόβατα τῷ μὲν κάλλει διάφορα, τῇ δὲ χρόᾳ ξανθὰ καὶ χρυσοειδῆ· ἀφʼ ἧς αἰτίας τοὺς ποιητὰς τὰ πρόβατα μῆλα καλοῦντας ὀνομάσαι χρυσᾶ μῆλα.

τὸν μὲν οὖν Ἕσπερον θυγατέρα γεννήσαντα τὴν ὀνομαζομένην Ἑσπερίδα συνοικίσαι τἀδελφῷ, ἀφʼ ἧς τὴν χώραν Ἑσπερῖτιν ὀνομασθῆναι· τὸν δʼ Ἄτλαντα ἐκ ταύτης ἑπτὰ γεννῆσαι θυγατέρας, ἃς ἀπὸ μὲν τοῦ πατρὸς Ἀτλαντίδας, ἀπὸ δὲ τῆς μητρὸς Ἑσπερίδας ὀνομασθῆναι. τούτων δὲ τῶν Ἀτλαντίδων κάλλει καὶ σωφροσύνῃ διαφερουσῶν, λέγουσι Βούσιριν τὸν βασιλέα τῶν Αἰγυπτίων ἐπιθυμῆσαι τῶν παρθένων ἐγκρατῆ γενέσθαι· διὸ καὶ λῃστὰς ἐπʼ αὐτὰς κατὰ θάλατταν ἀποστείλαντα διακελεύσασθαι τὰς κόρας ἁρπάσαι καὶ διακομίσαι πρὸς ἑαυτόν.

κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸν Ἡρακλέα τελοῦντα τὸν ὕστατον ἆθλον Ἀνταῖον μὲν ἀνελεῖν ἐν τῇ Λιβύῃ τὸν συναναγκάζοντα τοὺς ξένους διαπαλαίειν, Βούσιριν δὲ κατὰ τὴν Αἴγυπτον τῷ Διὶ καλλιερεῖν σφαγιάζοντα τοὺς παρεπιδημοῦντας ξένους τῆς προσηκούσης τιμωρίας καταξιῶσαι. μετὰ δὲ ταῦτα ἀνὰ τὸν Νεῖλον πλεύσαντα εἰς τὴν Αἰθιοπίαν τὸν βασιλεύοντα τῶν Αἰθιόπων Ἠμαθίωνα

v.1.p.439
κατάρχοντα μάχης ἀποκτεῖναι, τὸ δʼ ὕστατον ἐπάνελθεῖν πάλιν ἐπὶ τὸν ἆθλον.

τοὺς δὲ λῃστὰς ἐν κήπῳ τινὶ παιζούσας τὰς κόρας συναρπάσαι, καὶ ταχὺ φυγόντας εἰς τὰς ναῦς ἀποπλεῖν. τούτοις δʼ ἐπί τινος ἀκτῆς δειπνοποιουμένοις ἐπιστάντα τὸν Ηρακλέα, καὶ παρὰ τῶν παρθένων μαθόντα τὸ συμβεβηκός, τοὺς μὲν λῃστὰς ἅπαντας ἀποκτεῖναι, τὰς δὲ κόρας ἀποκομίσαι πρὸς Ἄτλαντα τὸν πατέρα· ἀνθʼ ὧν τὸν Ἄτλαντα χάριν τῆς εὐεργεσίας ἀποδιδόντα μὴ μόνον δοῦναι τὰ πρὸς τὸν ἆθλον καθήκοντα προθύμως, ἀλλὰ καὶ τὰ κατὰ τὴν ἀστρολογίαν ἀφθόνως διδάξαι.

περιττότερον γὰρ αὐτὸν τὰ κατὰ τὴν ἀστρολογίαν ἐκπεπονηκότα καὶ τὴν τῶν ἄστρων σφαῖραν φιλοτέχνως εὑρόντα ἔχειν ὑπόληψιν ὡς τὸν κόσμον ὅλον ἐπὶ τῶν ὤμων φοροῦντα. παραπλησίως δὲ καὶ τοῦ Ἡρακλέους ἐξενέγκαντος εἰς τοὺς Ἕλληνας τὸν σφαιρικὸν λόγον, δόξης μεγάλης τυχεῖν, ὡς διαδεδεγμένον τὸν Ἀτλαντικὸν κόσμον, αἰνιττομένων τῶν ἀνθρώπων τὸ γεγονός.