Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

Ἡρακλῆς δὲ διελθὼν τήν τε τῶν Λιγύων καὶ τὴν τῶν Τυρρηνῶν χώραν, καταντήσας πρὸς τὸν

v.1.p.428
Τίβεριν ποταμὸν κατεστρατοπέδευσεν οὗ νῦν ἡ Ῥώμη ἐστίν. ἀλλʼ αὕτη μὲν πολλαῖς γενεαῖς ὕστερον ὑπὸ Ῥωμύλου τοῦ Ἄρεος ἐκτίσθη, τότε δέ τινες τῶν ἐγχωρίων κατῴκουν ἐν τῷ νῦν καλουμένῳ Παλατίῳ, μικρὰν παντελῶς πόλιν οἰκοῦντες.

ἐν ταύτῃ δὲ τῶν ἐπιφανῶν ὄντες ἀνδρῶν Κάκιος καὶ Πινάριος ἐδέξαντο τὸν Ἡρακλέα ξενίοις ἀξιολόγοις καὶ δωρεαῖς κεχαρισμέναις ἐτίμησαν· καὶ τούτων τῶν ἀνδρῶν ὑπομνήματα μέχρι τῶνδε τῶν καιρῶν διαμένει κατὰ τὴν Ῥώμην. τῶν γὰρ νῦν εὐγενῶν ἀνδρῶν τὸ τῶν Πιναρίων ὀνομαζομένων γένος διαμένει παρὰ τοῖς Ῥωμαίοις, ὡς ὑπάρχον ἀρχαιότατον, τοῦ δὲ Κακίου ἐν τῷ Παλατίῳ κατάβασίς ἐστιν ἔχουσα λιθίνην κλίμακα τὴν ὀνομαζομένην ἀπʼ ἐκείνου Κακίαν, οὖσαν πλησίον τῆς τότε γενομένης οἰκίας τοῦ Κακίου.

ὁ δʼ οὖν Ἡρακλῆς ἀποδεξάμενος τὴν εὔνοιαν τῶν τὸ Παλάτιον οἰκούντων, προεῖπεν αὐτοῖς ὅτι μετὰ τὴν ἑαυτοῦ μετάστασιν εἰς θεοὺς τοῖς εὐξαμένοις ἐκδεκατεύσειν Ἡρακλεῖ τὴν οὐσίαν συμβήσεται τὸν βίον εὐδαιμονέστερον ἔχειν. ὃ καὶ συνέβη κατὰ τοὺς ὕστερον χρόνους διαμεῖναι μέχρι τῶν καθʼ ἡμᾶς χρόνων·

πολλοὺς γὰρ τῶν Ῥωμαίων οὐ μόνον τῶν συμμέτρους οὐσίας κεκτημένων, ἀλλὰ καὶ τῶν μεγαλοπλούτων τινὰς εὐξαμένους ἐκδεκατεύσειν Ἡρακλεῖ, καὶ μετὰ ταῦτα γενομένους εὐδαίμονας, ἐκδεκατεῦσαι τὰς οὐσίας οὔσας

v.1.p.429
ταλάντων τετρακισχιλίων. Λεύκολλος γὰρ ὁ τῶν καθʼ αὑτὸν Ῥωμαίων σχεδόν τι πλουσιώτατος ὢν διατιμησάμενος τὴν ἰδίαν οὐσίαν κατέθυσε τῷ θεῷ πᾶσαν τὴν δεκάτην, εὐωχίας ποιῶν συνεχεῖς καὶ πολυδαπάνους. κατεσκεύασαν δὲ καὶ Ῥωμαῖοι τούτῳ τῷ θεῷ παρὰ τὸν Τίβεριν ἱερὸν ἀξιόλογον, ἐν ᾧ νομίζουσι συντελεῖν τὰς ἐκ τῆς δεκάτης θυσίας.

ὁ δʼ οὖν Ἡρακλῆς ἀπὸ τοῦ Τιβέρεως ἀναζεύξας, καὶ διεξιὼν τὴν παράλιον τῆς νῦν Ἰταλίας ὀνομαζομένης, κατήντησεν εἰς τὸ Κυμαῖον πεδίον, ἐν ᾧ μυθολογοῦσιν ἄνδρας γενέσθαι ταῖς τε ῥώμαις προέχοντας καὶ ἐπὶ παρανομίᾳ διωνομασμένους, οὓς ὀνομάζεσθαι γίγαντας. ὠνομάσθαι δὲ καὶ τὸ πεδίον τοῦτο Φλεγραῖον ἀπὸ τοῦ λόφου τοῦ τὸ παλαιὸν ἐκφυσῶντος ἄπλατον πῦρ παραπλησίως τῇ κατὰ τὴν Σικελίαν Αἴτνῃ· καλεῖται δὲ νῦν ὁ λόφος Οὐεσουούιος, ἔχων πολλὰ σημεῖα τοῦ κεκαῦσθαι κατὰ τοὺς ἀρχαίους χρόνους.

τοὺς δʼ οὖν γίγαντας πυθομένους τὴν Ἡρακλέους παρουσίαν ἀθροισθῆναι πάντας καὶ παρατάξασθαι τῷ προειρημένῳ. θαυμαστῆς δὲ γενομένης μάχης κατά τε τὴν ῥώμην καὶ τὴν ἀλκὴν τῶν γιγάντων, φασὶ τὸν Ἡρακλέα, συμμαχούντων αὐτῷ τῶν θεῶν, κρατῆσαι τῇ μάχῃ, καὶ τοὺς πλείστους ἀνελόντα τὴν χώραν ἐξημερῶσαι.

μυθολογοῦνται δʼ οἱ γίγαντες γηγενεῖς γεγονέναι διὰ τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ σῶμα μεγέθους. καὶ περὶ μὲν τῶν ἐν Φλέγρᾳ φονευθέντων γιγάντων τοιαῦτα μυθολογοῦσί

v.1.p.430
τινες, οἷς καὶ Τίμαιος ὁ συγγραφεὺς ἠκολούθησεν.