Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τρίτον δὲ πρόσταγμα ἔλαβεν ἐνεγκεῖν τὸν Ἐρυμάνθιον κάπρον ζῶντα, ὃς διέτριβεν ἐν τῇ Λαμπείᾳ τῆς Ἀρκαδίας. ἐδόκει δὲ τὸ πρόσταγμα τοῦτο πολλὴν ἔχειν δυσχέρειαν· ἔδει γὰρ τὸν ἀγωνιζόμενον τοιούτῳ θηρίῳ τοσαύτην ἔχειν περιουσίαν ὥστε ἐπʼ αὐτῆς τῆς μάχης ἀκριβῶς στοχάσασθαι τοῦ καιροῦ. ἔτι μὲν γὰρ ἰσχύοντα ἀφεὶς αὐτὸν ἀπὸ τῶν ὀδόντων ἂν ἐκινδύνευσε, πλέον δὲ τοῦ δέοντος καταπολεμήσας ἀπέκτεινεν, ὥστε τὸν ἆθλον ὑπάρχειν ἀσυντέλεστον.

ὅμως δὲ κατὰ τὴν μάχην ταμιευσάμενος ἀκριβῶς τὴν συμμετρίαν ἀπήνεγκε τὸν κάπρον ζῶντα πρὸς Εὐρυσθέα· ὃν ἰδὼν ὁ βασιλεὺς ἐπὶ τῶν ὤμων

v.1.p.414
φέροντα, καὶ φοβηθείς, ἔκρυψεν ἑαυτὸν εἰς χαλκοῦν πίθον.

ἅμα δὲ τούτοις πραττομένοις Ἡρακλῆς κατηγωνίσατο τοὺς ὀνομαζομένους Κενταύρους διὰ τοιαύτας αἰτίας. Φόλος ἦν Κένταυρος, ἀφʼ οὗ συνέβη τὸ πλησίον ὄρος Φολόην ὀνομασθῆναι· οὗτος ξενίοις δεχόμενος Ἡρακλέα τὸν κατακεχωσμένον οἴνου πίθον ἀνέῳξε. τοῦτον γὰρ μυθολογοῦσι τὸ παλαιὸν Διόνυσον παρατεθεῖσθαί τινι Κενταύρῳ, καὶ προστάξαι τότε ἀνοῖξαι ὅταν Ἡρακλῆς παραγένηται. διόπερ ὕστερον τέτταρσι γενεαῖς ἐπιξενωθέντος αὐτοῦ μνησθῆναι τὸν Φόλον τῆς Διονύσου παραγγελίας.

ἀνοιχθέντος οὖν τοῦ πίθου, καὶ τῆς εὐωδίας διὰ τὴν παλαιότητα καὶ δύναμιν τοῦ οἴνου προσπεσούσης τοῖς πλησίον οἰκοῦσι Κενταύροις, συνέβη διοιστρηθῆναι τούτους· διὸ καὶ προσπεσόντες ἀθρόοι τῇ οἰκήσει τοῦ Φόλου καταπληκτικῶς ὥρμησαν πρὸς ἁρπαγήν.

ὁ μὲν οὖν Φόλος φοβηθεὶς ἔκρυψεν ἑαυτόν, ὁ δʼ Ἡρακλῆς παραδόξως συνεπλάκη τοῖς βιαζομένοις· ἔδει γὰρ διαγωνίζεσθαι πρὸς τοὺς ἀπὸ μὲν μητρὸς ὄντας θεούς, τὸ δὲ τάχος ἔχοντας ἵππων, ῥώμῃ δὲ δισωμάτους θῆρας, ἐμπειρίαν δὲ καὶ σύνεσιν ἔχοντας ἀνδρῶν. τῶν δὲ Κενταύρων οἱ μὲν πεύκας αὐτορρίζους ἔχοντες ἐπῇσαν, οἱ δὲ πέτρας μεγάλας, τινὲς δὲ λαμπάδας ἡμμένας, ἕτεροι δὲ βουφόνους πελέκεις.

ὁ δʼ ἀκαταπλήκτως ὑποστὰς ἀξίαν τῶν προκατειργασμένων συνεστήσατο μάχην. συνηγωνίζετο δʼ αὐτοῖς ἡ μήτηρ Νεφέλη πολὺν

v.1.p.415
ὄμβρον ἐκχέουσα, διʼ οὗ τοὺς μὲν τετρασκελεῖς οὐκ ἔβλαπτε, τῷ δὲ δυσὶν ἠρεισμένῳ σκέλεσι τὴν βάσιν ὀλισθηρὰν κατεσκεύαζεν. ἀλλʼ ὅμως τοὺς τοιούτοις προτερήμασι πλεονεκτοῦντας Ἡρακλῆς παραδόξως κατηγωνίσατο, καὶ τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δʼ ὑπολειφθέντας φυγεῖν ἠνάγκασε.

τῶν δʼ ἀναιρεθέντων Κενταύρων ὑπῆρχον ἐπιφανέστατοι Δάφνις καὶ Ἀργεῖος καὶ Ἀμφίων, ἔτι δὲ Ἱπποτίων καὶ Ὄρειος καὶ Ἰσοπλὴς καὶ Μελαγχαίτης, πρὸς δὲ τούτοις Θηρεὺς καὶ Δούπων καὶ Φρίξος. τῶν δὲ διαφυγόντων τὸν κίνδυνον ὕστερον ἕκαστος τιμωρίας ἠξιώθη· ὅμαδος μὲν γὰρ ἐν Ἀρκαδίᾳ τὴν Εὐρυσθέως ἀδελφὺν Ἀλκυόνην βιαζόμενος ἀνῃρέθη. ἐφʼ ᾧ συνέβη θαυμασθῆναι τὸν Ἡρακλέα διαφερόντως· τὸν μὲν γὰρ ἐχθρὸν κατʼ ἰδίαν ἐμίσησε, τὴν δʼ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν.

ἴδιον δέ τι συνέβη καὶ περὶ τὸν Ἡρακλέους φίλον τὸν ὀνομαζόμενον Φόλον. οὗτος γὰρ διὰ τὴν συγγένειαν θάπτων τοὺς πεπτωκότας Κενταύρους, καὶ βέλος ἔκ τινος ἐξαιρῶν, ὑπὸ τῆς ἀκίδος ἐπλήγη, καὶ τὸ τραῦμα ἔχων ἀνίατον ἐτελεύτησεν. ὃν Ἡρακλῆς μεγαλοπρεπῶς θάψας ὑπὸ τὸ ὄρος ἔθηκεν, ὃ στήλης ἐνδόξου γέγονε κρεῖττον· Φολόη γὰρ ὀνομαζόμενον διὰ τῆς ἐπωνυμίας μηνύει τὸν ταφέντα καὶ οὐ διʼ ἐπιγραφῆς. ὁμοίως δὲ καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ θαυμαζόμενον ἀκουσίως τόξου βολῇ διέφθειρε.

v.1.p.416
καὶ περὶ μὲν τῶν Κενταύρων ἱκανῶς ἡμῖν εἰρήσθω.