Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσθαι, καὶ τεθεῖσθαι τὴν προσηγορίαν καὶ Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ

v.1.p.369
ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δʼ ἀπὸ τῶν θυομένων αὐτῇ θυσιῶν καὶ θυηλῶν.

δὶς δʼ αὐτοῦ τὴν γένεσιν ἐκ Διὸς παραδεδόσθαι διὰ τὸ δοκεῖν μετὰ τῶν ἄλλων ἐν τῷ κατὰ τὸν Δευκαλίωνα κατακλυσμῷ φθαρῆναι καὶ τούτους τοὺς καρπούς, καὶ μετὰ τὴν ἐπομβρίαν πάλιν ἀναφύντων ὡσπερεὶ δευτέραν ἐπιφάνειαν ταύτην ὑπάρξαι τοῦ θεοῦ παρʼ ἀνθρώποις, καθʼ ἣν ἐκ τοῦ Διὸς μηροῦ γενέσθαι πάλιν τὸν θεὸν τοῦτον μεμυθοποιῆσθαι. οἱ μὲν οὖν τὴν χρείαν καὶ δύναμιν τοῦ κατὰ τὸν οἶνον εὑρήματος ἀποφαινόμενοι Διόνυσον ὑπάρχειν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσι.

τῶν δὲ μυθογράφων οἱ σωματοειδῆ τὸν θεὸν παρεισάγοντες τὴν μὲν εὕρεσιν τῆς ἀμπέλου καὶ φυτείαν καὶ πᾶσαν τὴν περὶ τὸν οἶνον πραγματείαν συμφώνως αὐτῷ προσάπτουσι, περὶ δὲ τοῦ πλείους γεγονέναι Διονύσους ἀμφισβητοῦσιν.

ἔνιοι μὲν γὰρ ἕνα καὶ τὸν αὐτὸν ἀποφαίνονται γενέσθαι τόν τε καταδείξαντα τὰ κατὰ τὰς οἰνοποιίας καὶ συγκομιδὰς τῶν ξυλίνων καλουμένων καρπῶν καὶ τὸν στρατευσάμενον ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ἔτι δὲ τὸν τὰ μυστήρια καὶ τελετὰς καὶ βακχείας εἰσηγησάμενον· ἔνιοι δέ, καθάπερ προεῖπον, τρεῖς ὑποστησάμενοι γεγονέναι κατὰ διεστηκότας χρόνους, ἑκάστῳ προσάπτουσιν ἰδίας πράξεις·

καί φασι τὸν μὲν ἀρχαιότατον Ἰνδὸν γεγονέναι, καὶ τῆς χώρας αὐτομάτως διὰ τὴν εὐκρασίαν φερούσης πολλὴν ἄμπελον πρῶτον τοῦτον ἀποθλῖψαι βότρυας καὶ τὴν χρείαν τῆς περὶ τὸν

v.1.p.370
οἶνον φύσεως ἐπινοῆσαι, ὁμοίως δὲ καὶ τῶν σύκων καὶ τῶν ἄλλων ἀκροδρύων τὴν καθήκουσαν ἐπιμέλειαν ποιήσασθαι, καὶ καθόλου τὰ πρὸς τὴν συγκομιδὴν καὶ παράθεσιν τούτων τῶν καρπῶν ἐπινοῆσαι. τὸν αὐτὸν δὲ καὶ καταπώγωνα λέγουσι γενέσθαι διὰ τὸ τοῖς Ἰνδοῖς νόμιμον εἶναι μέχρι τῆς τελευτῆς ἐπιμελῶς ὑποτρέφειν τοὺς πώγωνας.

τὸν δʼ οὖν Διόνυσον ἐπελθόντα μετὰ στρατοπέδου πᾶσαν τὴν οἰκουμένην διδάξαι τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν ἐν ταῖς ληνοῖς ἀπόθλιψιν τῶν βοτρύων· ἀφʼ οὗ Ληναῖον αὐτὸν ὀνομασθῆναι. ὁμοίως δὲ καὶ τῶν ἄλλων εὑρημάτων μεταδόντα πᾶσι τυχεῖν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ἀθανάτου τιμῆς παρὰ τοῖς εὖ παθοῦσιν.

δείκνυσθαι δὲ παρʼ Ἰνδοῖς μέχρι τοῦ νῦν τόν τε τόπον ἐν ᾧ συνέβη γενέσθαι τὸν θεὸν καὶ προσηγορίας πόλεων ἀπʼ αὐτοῦ κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον· καὶ πολλὰ ἕτερα διαμένειν ἀξιόλογα τεκμήρια τῆς παρʼ Ἰνδοῖς γενέσεως, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.