Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

διὸ καὶ τῶν βρεφῶν ταῖς ἐπῳδαῖς σωζομένων καὶ τῶν πλείστων ὑπʼ αὐτῆς ἐναγκαλιζομένων, διὰ τὴν εἰς ταῦτα σπουδὴν καὶ φιλοστοργίαν ὑπὸ πάντων αὐτὴν ὀρείαν μητέρα προσαγορευθῆναι. συναναστρέφεσθαι δʼ αὐτῇ καὶ φιλίαν ἔχειν ἐπὶ πλέον φασὶ Μαρσύαν τὸν Φρύγα, θαυμαζόμενον ἐπὶ συνέσει καὶ σωφροσύνῃ· καὶ τῆς μὲν συνέσεως τεκμήριον λαμβάνουσι τὸ μιμήσασθαι τοὺς φθόγγους τῆς πολυκαλάμου σύριγγος καὶ μετενεγκεῖν ἐπὶ τοὺς αὐλοὺς τὴν ὅλην ἁρμονίαν, τῆς δὲ σωφροσύνης σημεῖον εἶναί φασι τὸ μέχρι τῆς τελευτῆς ἀπείρατον γενέσθαι τῶν ἀφροδισίων.

τὴν οὖν Κυβέλην εἰς ἀκμὴν ἡλικίας ἐλθοῦσαν ἀγαπῆσαι τῶν ἐγχωρίων τινὰ νεανίσκον τὸν προσαγορευόμενον μὲν Ἄττιν, ὕστερον δʼ ἐπικληθέντα Πάπαν· συνελθοῦσαν δʼ εἰς ὁμιλίαν αὐτῷ λάθρᾳ καὶ γενομένην ἔγκυον ἐπιγνωσθῆναι κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν γονέων.

διόπερ ἀναχθείσης αὐτῆς εἰς τὰ βασίλεια, καὶ τοῦ πατρὸς τὸ μὲν πρῶτον ὡς παρθένον προσδεξαμένου, μετὰ δὲ ταῦτα γνόντος τὴν φθοράν, καὶ τὰς τε τροφοὺς καὶ τὸν Ἄττιν ἀνελόντος καὶ τὰ σώματα ἐκρίψαντος ἄταφα, φασὶ τὴν Κυβέλην διὰ τὴν πρὸς τὸ μειράκιον φιλοστοργίαν καὶ τὴν ἐπὶ ταῖς τροφοῖς λύπην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι. καὶ ταύτην μὲν ὀλολύζουσαν καὶ τυμπανίζουσαν

v.1.p.361
μόνην ἐπιέναι πᾶσαν χώραν, λελυμένην τὰς τρίχας, τὸν δὲ Μαρσύαν ἐλεοῦντα τὸ πάθος ἑκουσίως αὐτῇ συνακολουθεῖν καὶ συμπλανᾶσθαι διὰ τὴν προϋπάρχουσαν φιλίαν.

παραγενομένους δʼ αὐτοὺς πρὸς Διόνυσον εἰς τὴν Νῦσαν καταλαβεῖν τὸν Ἀπόλλω τυγχάνοντα μεγάλης ἀποδοχῆς διὰ τὴν κιθάραν, ἣν Ἑρμῆν εὑρεῖν φασιν, Ἀπόλλωνα δὲ πρῶτον αὐτῇ κατὰ τρόπον χρῆσθαι· ἐρίζοντος δὲ τοῦ Μαρσύου πρὸς τὸν Ἀπόλλω περὶ τῆς τέχνης, καὶ τῶν Νυσαίων ἀποδειχθέντων δικαστῶν, τὸν μὲν Ἀπόλλωνα πρῶτον κιθαρίσαι ψιλήν, τὸν δὲ Μαρσύαν ἐπιβαλόντα τοῖς αὐλοῖς καταπλῆξαι τὰς ἀκοὰς τῷ ξενίζοντι, καὶ διὰ τὴν εὐμέλειαν δόξαι πολὺ προέχειν τοῦ προηγωνισμένου.

συντεθειμένων δʼ αὐτῶν παρʼ ἄλληλα τοῖς δικασταῖς ἐπιδείκνυσθαι τὴν τέχνην, τὸν μὲν Ἀπόλλωνά φασιν ἐπιβαλεῖν τὸ δεύτερον ἁρμόττουσαν τῷ μέλει τῆς κιθάρας ᾠδήν, καθʼ ἣν ὑπερβαλέσθαι τὴν προϋπάρξασαν τῶν αὐλῶν ἀποδοχήν· τὸν δὲ πρότερον ἀγανακτήσαντα διδάσκειν τοὺς ἀκροατὰς ὅτι παρὰ πᾶν τὸ δίκαιον αὐτὸς ἐλαττοῦται· δεῖν γὰρ γίνεσθαι τέχνης σύγκρισιν, οὐ φωνῆς, καθʼ ἣν προσήκει τὴν ἁρμονίαν καὶ τὸ μέλος ἐξετάζεσθαι τῆς κιθάρας καὶ τῶν αὐλῶν· καὶ πρὸς τούτοις ἄδικον εἶναι δύο τέχνας ἅμα πρὸς μίαν συγκρίνεσθαι. τὸν δὲ Ἀπόλλω μυθολογοῦσιν εἰπεῖν ὡς οὐδὲν αὐτὸν πλεονεκτοίη·