Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τῶν δὲ παρʼ Αἰθίοψι νομίμων οὐκ ὀλίγα δοκεῖ

v.1.p.273
πολὺ τῶν παρὰ τοῖς ἄλλοις διαφέρειν, καὶ μάλιστα τὰ περὶ τὴν αἵρεσιν τῶν βασιλέων. οἱ μὲν γὰρ ἱερεῖς ἐξ αὑτῶν τοὺς ἀρίστους προκρίνουσιν, ἐκ δὲ τῶν καταλεχθέντων, ὃν ἂν ὁ θεὸς κωμάζων κατά τινα συνήθειαν περιφερόμενος λάβῃ, τοῦτον τὸ πλῆθος αἱρεῖται βασιλέα· εὐθὺς δὲ καὶ προσκυνεῖ καὶ τιμᾷ καθάπερ θεόν, ὡς ὑπὸ τῆς τοῦ δαιμονίου προνοίας ἐγκεχειρισμένης αὐτῷ τῆς ἀρχῆς.

ὁ δʼ αἱρεθεὶς διαίτῃ τε χρῆται τῇ τεταγμένῃ κατὰ τοὺς νόμους καὶ τἄλλα πράττει κατὰ τὸ πάτριον ἔθος, οὔτʼ εὐεργεσίαν οὔτε τιμωρίαν ἀπονέμων οὐδενὶ παρὰ τὸ δεδογμένον ἐξ ἀρχῆς παρʼ αὐτοῖς νόμιμον. ἔθος δʼ αὐτοῖς ἐστι μηδένα τῶν ὑποτεταγμένων θανάτῳ περιβάλλειν, μηδʼ ἂν καταδικασθεὶς ἐπὶ θανάτῳ τις φανῇ τιμωρίας ἄξιος, ἀλλὰ πέμπειν τῶν ὑπηρετῶν τινα σημεῖον ἔχοντα θανάτου πρὸς τὸν παρανενομηκότα· οὗτος δʼ ἰδὼν τὸ σύσσημον, καὶ παραχρῆμα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθών, ἑαυτὸν ἐκ τοῦ ζῆν μεθίστησι. φεύγειν δʼ ἐκ τῆς ἰδίας χώρας εἰς τὴν ὅμορον καὶ τῇ μεταστάσει τῆς πατρίδος λύειν τὴν τιμωρίαν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, οὐδαμῶς συγκεχώρηται.

διὸ καί φασί τινα, τοῦ θανατηφόρου σημείου πρὸς αὐτὸν ἀποσταλέντος ὑπὸ τοῦ βασιλέως, ἐπιβαλέσθαι μὲν ἐκ τῆς Αἰθιοπίας φεύγειν, αἰσθομένης δὲ τῆς μητρὸς καὶ τῇ ζώνῃ τὸν τράχηλον αὐτοῦ σφιγγούσης, ταύτῃ μηδὲ καθʼ ἕνα τρόπον τολμῆσαι προσενεγκεῖν τὰς χεῖρας, αὐτὸν δʼ ἀγχόμενον καρτερῆσαι μέχρι τῆς τελευτῆς, ἵνα μὴ τοῖς

v.1.p.274

συγγενέσιν ὀνείδη καταλίπῃ μείζω. πάντων δʼ ἐστὶ παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων. κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλθῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποθνήσκειν.