Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἀπὸ δὲ τούτων τῶν τόπων τὸν μὲν ἀπὸ Πτολεμαΐδος παράπλουν ἕως τῶν Ταύρων ἀκρωτηρίων προειρήκαμεν, ὅτε Πτολεμαίου τὴν τῶν ἐλεφάντων θήραν ἀπηγγείλαμεν· ἀπὸ δὲ τῶν Ταύρων ἐπιστρέφει μὲν ἡ παράλιος πρὸς τὰς ἀνατολάς, κατὰ δὲ τὴν θερινὴν τροπὴν αἱ σκιαὶ πίπτουσι πρὸς μεσημβρίαν ἐναντίως ταῖς παρʼ ἡμῖν ἄχρι πρὸς ὥραν δευτέραν.

ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα, ῥέοντας ἐκ τῶν ὀρῶν τῶν προσαγορευομένων Ψεβαίων. διείληπται δὲ καὶ πεδίοις μεγάλοις φέρουσι μαλάχης καὶ καρδάμου καὶ φοίνικος ἄπιστα μεγέθη· ἐκφέρει δὲ καὶ καρποὺς παντοίους, τὴν μὲν γεῦσιν ἔχοντας νωθράν, ἀγνοουμένους δὲ παρʼ ἡμῖν.

ἡ δὲ πρὸς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐστὶν ἐλεφάντων καὶ ταύρων ἀγρίων καὶ λεόντων καὶ πολλῶν ἄλλων παντοδαπῶν θηρίων ἀλκίμων. ὁ δὲ πόρος νήσοις διείληπται καρπὸν μὲν οὐδένα φερούσαις ἥμερον, ἐκτρεφούσαις δʼ ὀρνέων ἴδια γένη καὶ ταῖς προσόψεσι θαυμαστά.

ἡ δʼ ἑξῆς θάλαττα βαθεῖα παντελῶς ἐστι, καὶ κήτη φέρει παντοδαπὰ παράδοξα τοῖς μεγέθεσιν, οὐ μέντοι λυποῦντα τοὺς ἀνθρώπους, ἐὰν μή τις ἀκουσίως αὐτῶν ταῖς λοφιαῖς περιπέσῃ· οὐ δύνανται γὰρ διώκειν τοὺς πλέοντας, ὡς ἂν κατὰ τὴν ἐκ τῆς θαλάττης ἄρσιν ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων ὑπὸ τοῦ κατὰ τὸν ἥλιον φέγγους. ταῦτα μὲν οὖν τὰ μέρη τῆς Τρωγλοδυτικῆς

v.1.p.329
ἔσχατα γνωρίζεται, περιγραφόμενα ταῖς ἄκραις ἃς ὀνομάζουσι Ψεβαίας.

τὸ δʼ ἄλλο μέρος τῆς ἀντιπέρας παραλίου τὸ προσκεκλιμένον Ἀραβίᾳ πάλιν ἀναλαβόντες ἀπὸ τοῦ μυχοῦ διέξιμεν. οὗτος γὰρ ὀνομάζεται Ποσείδειον, ἱδρυσαμένου Ποσειδῶνι πελαγίῳ βωμὸν Ἀρίστωνος τοῦ πεμφθέντος ὑπὸ Πτολεμαίου πρὸς κατασκοπὴν τῆς ἕως ὠκεανοῦ παρηκούσης Ἀραβίας.

ἑξῆς δὲ τοῦ μυχοῦ τόπος ἐστὶ παραθαλάττιος ὁ τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως διὰ τὴν εὐχρηστίαν τὴν ἐξ αὐτοῦ. οὗτος δʼ ὀνομάζεται μὲν Φοινικών, ἔχει δὲ πλῆθος τούτου τοῦ φυτοῦ πολύκαρπον καθʼ ὑπερβολὴν καὶ πρὸς ἀπόλαυσιν καὶ τρυφὴν διαφέρον.

πᾶσα δʼ ἡ σύνεγγυς χώρα σπανίζει ναματιαίων ὑδάτων καὶ διὰ τὴν πρὸς μεσημβρίαν ἔγκλισιν ἔμπυρος ὑπάρχει· διὸ καὶ τὸν κατάφυτον τόπον, ἐν ἀπανθρωποτάτοις ὄντα μέρεσι καὶ χορηγοῦντα τὰς τροφάς, εἰκότως οἱ βάρβαροι καθιερώκασι. καὶ γὰρ ὕδατος οὐκ ὀλίγαι πηγαὶ καὶ λιβάδες ἐκπίπτουσιν ἐν αὐτῷ, ψυχρότητι χιόνος οὐδὲν λειπόμεναι· αὗται δʼ ἐφʼ ἑκάτερα τὰ μέρη τὰ κατὰ τὴν γῆν χλοερὰ ποιοῦσι καὶ παντελῶς ἐπιτερπῆ τὸν τόπον.

ἔστι δὲ καὶ βωμὸς ἐκ στερεοῦ λίθου παλαιὸς τοῖς χρόνοις, ἐπιγραφὴν ἔχων ἀρχαίοις γράμμασιν ἀγνώστοις. ἐπιμέλονται δὲ τοῦ τεμένους ἀνὴρ καὶ γυνή, διὰ βίου τὴν ἱερωσύνην ἔχοντες. μακρόβιοι δʼ εἰσὶν οἱ

v.1.p.330
τῇδε κατοικοῦντες, καὶ τὰς κοίτας ἐπὶ τῶν δένδρων ἔχουσι διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον.

παραπλεύσαντι δὲ τὸν Φοινικῶνα πρὸς ἀκρωτηρίῳ τῆς ἠπείρου νῆσός ἐστιν ἀπὸ τῶν ἐναυλιζομένων ἐν αὐτῇ ζῴων Φωκῶν νῆσος ὀνομαζομένη· τοσοῦτο γὰρ πλῆθος τῶν θηρίων τούτων ἐνδιατρίβει τοῖς τόποις ὥστε θαυμάζειν τοὺς ἰδόντας. τὸ δὲ προκείμενον ἀκρωτήριον τῆς νήσου κεῖται κατὰ τὴν καλουμένην Πέτραν καὶ τὴν Παλαιστίνην τῆς Ἀραβίας· εἰς γὰρ ταύτην τόν τε λίβανον καὶ τἄλλα φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα κατάγουσιν, ὡς λόγος, ἐκ τῆς ἄνω λεγομένης Ἀραβίας οἵ τε Γερραῖοι καὶ Μιναῖοι.