Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἀπενέγκαντες δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον. τῇ δʼ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατʼ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστὴν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν.

ὁ δὲ

v.1.p.321
Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεάς, τὸν δʼ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα.

διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπʼ αὐτῶν. ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δʼ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων. Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν

καὶ Τρωγλοδυτικὴν καὶ τὴν ταύταις συνάπτουσαν μέχρι τῆς διὰ καῦμα ἀοικήτου, πρὸς δὲ ταύταις περὶ τῆς παραλίας τῆς παρὰ τὴν Ἐρυθρὰν θάλατταν καὶ τὸ Ἀτλαντικὸν πέλαγος τὸ πρὸς μεσημβρίαν κεκλιμένον, περὶ τοῦ καταλελειμμένου μέρους, λέγω δὲ τοῦ Ἀραβίου κόλπου, ποιησόμεθα τὴν ἀναγραφήν, τὰ μὲν ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλικῶν

v.1.p.322
ὑπομνημάτων ἐξειληφότες, τὰ δὲ παρὰ τῶν αὐτοπτῶν πεπυσμένοι.

τοῦτο γὰρ τὸ μέρος τῆς οἰκουμένης καὶ τὸ περὶ τὰς Βρεττανικὰς νήσους καὶ τὴν ἄρκτον ἥκιστα πέπτωκεν ὑπὸ τὴν κοινὴν ἀνθρώπων ἐπίγνωσιν. ἀλλὰ περὶ μὲν τῶν πρὸς ἄρκτον κεκλιμένων μερῶν τῆς οἰκουμένης τῶν συναπτόντων τῇ διὰ ψῦχος ἀοικήτῳ διέξιμεν, ὅταν τὰς Γαΐου Καίσαρος πράξεις ἀναγράφωμεν·

οὗτος γὰρ τὴν Ῥωμαίων ἡγεμονίαν εἰς ἐκεῖνα τὰ μέρη πορρωτάτω προβιβάσας πάντα τὸν πρότερον ἀγνοούμενον τόπον ἐποίησε πεσεῖν εἰς σύνταξιν ἱστορίας·

ὁ δὲ προσαγορευόμενος Ἀράβιος κόλπος ἀνεστόμωται μὲν εἰς τὸν κατὰ μεσημβρίαν κείμενον ὠκεανόν, τῷ μήκει δʼ ἐπὶ πολλοὺς πάνυ παρήκων σταδίους τὸν μυχὸν ἔχει περιοριζόμενον ταῖς ἐσχατιαῖς τῆς Ἀραβίας καὶ Τρωγλοδυτικῆς. εὖρος δὲ κατὰ μὲν τὸ στόμα καὶ τὸν μυχὸν ὑπάρχει περὶ ἑκκαίδεκα σταδίους, ἀπὸ δὲ Πανόρμου λιμένος πρὸς τὴν ἀντιπέρας ἤπειρον μακρᾶς νεὼς διωγμὸν ἡμερήσιον. τὸ δὲ μέγιστόν ἐστι διάστημα κατὰ τὸ Τύρκαιον ὄρος καὶ Μακαρίαν νῆσον πελαγίαν, ὡς ἂν τῶν ἠπείρων οὐχ ὁρωμένων ἀπʼ ἀλλήλων.

ἀπὸ δὲ τούτου τὸ πλάτος ἀεὶ μᾶλλον συγκλείεται καὶ τὴν συναγωγὴν ἔχει μέχρι τοῦ στόματος. ὁ δὲ παράπλους αὐτοῦ κατὰ πολλοὺς τόπους ἔχει νήσους μακράς, στενοὺς μὲν διαδρόμους ἐχούσας, ῥοῦν δὲ πολὺν καὶ σφοδρόν. ἡ μὲν οὖν κεφαλαιώδης τοῦ κόλπου τούτου θέσις ὑπάρχει τοιαύτη.

v.1.p.323

ἡμεῖς δʼ ἀπὸ τῶν ἐσχάτων τούτου τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφʼ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατʼ αὐτὰς ἰδιότητας διέξιμεν· πρῶτον δὲ ληψόμεθα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔθνη νέμεται μέχρι τῆς ἐρήμου.