Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ταύτης δὲ τῆς χώρας εἰς τὰ πρὸς δυσμὰς μέρη πολὺ διεστηκότες Αἰθίοπες ὑπάρχουσιν Ἐλεφαντομάχοι κυνηγοί. νεμόμενοι γὰρ δρυμώδεις καὶ πυκνοὺς τοῖς δένδρεσι τόπους παρατηροῦσι τῶν ἐλεφάντων τὰς εἰσόδους καὶ τὰς ἐκτροπάς, σκοπὰς ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ποιούμενοι· καὶ ταῖς μὲν ἀγέλαις αὐτῶν οὐκ ἐπιτίθενται διὰ τὸ μηδεμίαν ἐλπίδα ἔχειν κατορθώσεως, τοῖς δὲ καθʼ ἕνα πορευομένοις ἐπιβάλλουσι τὰς χεῖρας, παραδόξοις ἐγχειροῦντες τολμήμασιν.

ὅταν γὰρ τὸ ζῷον διεξιὸν γένηται κατὰ τὸ δένδρον ἐν ᾧ συμβαίνει τὸν σκοπεύοντα κεκρύφθαι, ἅμα τῷ παραλλάττειν τὸν τόπον ταῖς μὲν χερσὶν ἐδράξατο τῆς οὐρᾶς, τοῖς δὲ ποσὶν ἀντέβη πρὸς τὸν ἀριστερὸν μηρόν· ἔχων δʼ ἐκ τῶν ὤμων ἐξηρτημένον πέλεκυν, κοῦφον μὲν πρὸς τὴν ἀπὸ τῆς μιᾶς χειρὸς πληγήν, ὀξὺν δὲ καθʼ ὑπερβολήν, τοῦτον λαβόμενος ἐν τῇ δεξιᾷ χειρὶ νευροκοπεῖ τὴν δεξιὰν ἰγνύν, πυκνὰς καταφέρων πληγὰς καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς οἰακίζων τὸ ἴδιον σῶμα. παράδοξον δὲ ὀξύτητα τοῖς ἔργοις προσφέρουσιν, ὡς ἂν ἄθλου τῆς ἰδίας ψυχῆς ἑκάστῳ προκειμένου·

v.1.p.302
ἢ γὰρ χειρώσασθαι τὸ ζῷον ἢ τελευτᾶν αὐτὸν λείπεται, τῆς περιστάσεως οὐκ ἐπιδεχομένης ἕτερον ἀποτέλεσμα.

τὸ δὲ νευροκοπηθὲν ζῷον ποτὲ μὲν διὰ τὴν δυσκινησίαν ἀδυνατοῦν στρέφεσθαι καὶ συνεγκλινόμενον ἐπὶ τὸν πεπονθότα τόπον πίπτει καὶ τὸν Αἰθίοπα συναπόλλυσι, ποτὲ δὲ πρὸς πέτραν ἢ δένδρον ἀποθλῖψαν τὸν ἄνθρωπον τῷ βάρει πιέζει μέχρι ἂν ἀποκτείνῃ.

ἔνιοι δὲ τῶν ἐλεφάντων περιαλγεῖς γινόμενοι τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι, τὴν δὲ φυγὴν διὰ τοῦ πεδίου ποιοῦνται, μέχρι ἂν οὗ συνεχῶς προβεβηκὼς ὁ τύπτων εἰς τὸν αὐτὸν τόπον τῷ πελέκει διακόψας τὰ νεῦρα ποιήσῃ πάρετον τὸ ζῷον. ὅταν δὲ τὸ ζῷον πέσῃ, συντρέχουσι κατὰ συστήματα, καὶ ζῶντος ἔτι τέμνοντες τὰς σάρκας ἐκ τῶν ὄπισθεν μερῶν εὐωχοῦνται.