Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις· πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δʼ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον.

ἔπειθʼ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δʼ ἔχων μέρμιθα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων.

ὅταν δʼ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιθέντες πρηνεῖς ἐφʼ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσθαι

v.1.p.296
μιᾷ χάριτι πολλὰς χρείας· τὴν γὰρ αὐτὴν αὐτοῖς εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν.

οὐ μακρὰν δὲ τούτων διεστῶτες νέμονται τὴν παράλιον βάρβαροι βίον ἀνώμαλον ἔχοντες. διατρέφονται γὰρ ἀπὸ τῶν ἐκπιπτόντων εἰς τὴν χέρσον κητῶν, ποτὲ μὲν δαψίλειαν τροφῆς ἔχοντες διὰ τὰ μεγέθη τῶν εὑρισκομένων θηρίων, ποτὲ δὲ διαλειμμάτων γινομένων κακῶς ἀπαλλάττουσιν ὑπὸ τῆς ἐνδείας· καθʼ ὃν δὴ χρόνον ἀναγκάζονται κατεργάζεσθαι διὰ τὴν σπάνιν τῶν ἀρχαίων ὀστῶν χόνδρους καὶ τὰς ἄκρας τῶν πλευρῶν ἐκφύσεις. τῶν μὲν οὖν Ἰχθυοφάγων τὰ γένη τοσαῦτʼ ἐστὶ καὶ τοιούτοις χρῶνται βίοις, ὡς ἐν κεφαλαίοις εἰπεῖν.