Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τὴν ὅλην διάθεσιν τοῦ βίου. νῆσοι γάρ εἰσι κατὰ τὸν ὠκεανὸν πλησίον τῆς γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆθος, μικραὶ δὲ τοῖς μεγέθεσι καὶ ταπειναί, καρπὸν δὲ οὔθʼ ἥμερον οὔτʼ ἄγριον ἔχουσαι. ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος θραυομένου περὶ τὰς

v.1.p.295
ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην.

αὗται δὲ τὰς μὲν νύκτας ἐν βυθῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομήν, τὰς δʼ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις· ἐξαίσιοι γὰρ τοῖς μεγέθεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους.

οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις· πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δʼ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον.

ἔπειθʼ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δʼ ἔχων μέρμιθα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων.

ὅταν δʼ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιθέντες πρηνεῖς ἐφʼ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσθαι

v.1.p.296
μιᾷ χάριτι πολλὰς χρείας· τὴν γὰρ αὐτὴν αὐτοῖς εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν.

οὐ μακρὰν δὲ τούτων διεστῶτες νέμονται τὴν παράλιον βάρβαροι βίον ἀνώμαλον ἔχοντες. διατρέφονται γὰρ ἀπὸ τῶν ἐκπιπτόντων εἰς τὴν χέρσον κητῶν, ποτὲ μὲν δαψίλειαν τροφῆς ἔχοντες διὰ τὰ μεγέθη τῶν εὑρισκομένων θηρίων, ποτὲ δὲ διαλειμμάτων γινομένων κακῶς ἀπαλλάττουσιν ὑπὸ τῆς ἐνδείας· καθʼ ὃν δὴ χρόνον ἀναγκάζονται κατεργάζεσθαι διὰ τὴν σπάνιν τῶν ἀρχαίων ὀστῶν χόνδρους καὶ τὰς ἄκρας τῶν πλευρῶν ἐκφύσεις. τῶν μὲν οὖν Ἰχθυοφάγων τὰ γένη τοσαῦτʼ ἐστὶ καὶ τοιούτοις χρῶνται βίοις, ὡς ἐν κεφαλαίοις εἰπεῖν.