Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

προσφερόμενοι γὰρ τὸν ἰχθῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλʼ οὐδʼ ἔννοιαν ἔχουσι ποτοῦ. στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν.

τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον. καίτοι γε πολλοὶ τῶν ἀπʼ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφʼ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων.

καὶ ὁ τρίτος δὲ Πτολεμαῖος, ὁ φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν· οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη. φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας.

καθόλου δʼ ἀποφαίνεται μήτʼ εἰς σύλλογον

v.1.p.291
ἔρχεσθαι πρὸς τοὺς ἀλλοεθνεῖς, μήτε τὸ ξένον τῆς ὄψεως τῶν προσπλεόντων κινεῖν τοὺς ἐγχωρίους, ἀλλʼ ἐμβλέποντας ἀτενῶς ἀπαθεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσθήσεις, ὡς ἂν μηδενὸς παρόντος. οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔθʼ ὕβριν οὐδὲ πληγὰς ὑπομένοντες ἠρεθίζοντο, τό τε πλῆθος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλʼ ἐνίοτε τέκνων ἢ γυναικῶν σφαττομένων ἐν ὀφθαλμοῖς ἀπαθεῖς ταῖς διαθέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς ἢ πάλιν ἐλέου διδόντες.

καθόλου δὲ τοῖς ἐκπληκτικωτάτοις δεινοῖς περιπίπτοντες ἠρεμαῖοι διέμενον, βλέποντες μὲν ἀτενῶς εἰς τὰ συντελούμενα, ταῖς δὲ κεφαλαῖς παρʼ ἕκαστα διανεύοντες. διὸ καί φασιν αὐτοὺς διαλέκτῳ μὲν μὴ χρῆσθαι, μιμητικῇ δὲ δηλώσει διὰ τῶν χειρῶν διασημαίνειν ἕκαστα τῶν πρὸς τὴν χρείαν ἀνηκόντων.

καὶ τὸ πάντων θαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι θήραν ποιοῦνται τῶν ἰχθύων καθʼ αὑτὰς παραπλησίως ἀνθρώποις. ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηθέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη χρῆσθαι ταῦτα πρὸς ἄλληλα· χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις ἡ συναναστροφὴ γίνεται μετʼ εἰρήνης καὶ πάσης εὐλαβείας. οὗτος μὲν οὖν ὁ βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε

v.1.p.292
ἐθισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρείᾳ διὰ τὸ κατεπεῖγον ἡρμοσμένος.