Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οὐ μόνον δʼ ἐν ταύταις ταῖς χώραις ζῷα γεννᾶται ταῖς ἰδέαις ἐξηλλαγμένα διὰ τὴν ἀφʼ ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίθων παντοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς.

τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καθαροῦ παγέντος οὐχ ὑπὸ ψύχους, ἀλλʼ ὑπὸ θείου πυρὸς δυνάμεως, δι’ ἣν ἀσήπτους μὲν αὐτοὺς διαμένειν, βαφῆναι δὲ πολυμόρφως

v.1.p.253
ἀναθυμιάσει πνεύματος.

σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν θείων βαφὴν καὶ σύνδεσιν συγχρῴζεσθαι, τοὺς δὲ χρυσολίθους ὑπὸ καπνώδους ἀναθυμιάσεως ἡλίου θερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώματος.

διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσθαι διὰ τοῦ θνητοῦ καὶ ὑπʼ ἀνθρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυστάλλων. τὰς δὲ τῶν ἀνθράκων φύσεις φωτὸς δύναμιν ἐμπιληθεῖσαν τῇ πήξει φασὶν ἀποτελεῖν τῷ μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς.

παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρῴζεσθαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παντοίαις χρόαις διειλημμένας· τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδίζοντα, πολλὰ δὲ χρυσοειδῆ φαίνεσθαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καθόλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσθαι χρόας· ὅπερ καὶ ἐπὶ τῆς κατʼ οὐρανὸν ἴριδος ὁρᾶσθαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός.

ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσθαι διότι καὶ τὴν ἄνωθεν τῆς τῶν προειρημένων ἐκφύσεως ποικιλίαν ἔβαψεν ὁ συγγενὴς θερμασία, συνεργήσαντος ἡλίου τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς.

καθόλου δὲ καὶ τῆς περὶ τὰ ἄνθη διαφορᾶς τῆς χρόας καὶ

v.1.p.254
τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν· οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς θνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν,

μαθητρίας γενομένας τῆς φύσεως. τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργάζεσθαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέθη τῶν ζῴων καὶ τὰς ἑκάστου διαθέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας, γεννᾶν τὴν περὶ τὸν ἥλιον θερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνθάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως.

διόπερ οὔτε ἡ Παρία λύγδος οὔτʼ ἄλλη θαυμαζομένη πέτρα τοῖς Ἀραβίοις λίθοις ἐξισωθῆναι δύναται, ὧν λαμπροτάτη μὲν ἡ λευκότης, βαρύτατος δὲ ὁ σταθμός, ἡ δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολείπουσα. αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καθάπερ προεῖπον, ἡ περὶ τὸν ἥλιον δύναμις, θερμασίᾳ μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμπρύνασα.