Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ὁμοίως δὲ καὶ τοὺς ἀνθρώπους ἡ πολυκαρπία τρέφουσα τοῖς τε ἀναστήμασι τῶν σωμάτων καὶ τοῖς ὄγκοις ὑπερφέροντας

v.1.p.229
κατασκευάζει· εἶναι δʼ αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστήμονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καθαρόν, ὕδωρ δὲ λεπτομερέστατον πίνοντας.

ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.

χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δʼ ὄσπριον καὶ διάφορον, ἔτι δʼ ὄρυζα καὶ ὁ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτʼ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων· καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ. οὐκ ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυναμένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.

διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν ἢ καθόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων. διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καθʼ ἕκαστον ἔτος, τοῦ μὲν χειμερινοῦ, καθὰ παρὰ τοῖς ἄλλοις, ὁ σπόρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δʼ ἑτέρου κατὰ τὴν θερινὴν τροπὴν καθʼ ἣν σπείρεσθαι συμβαίνει τὴν ὄρυζαν καὶ τὸν βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον· κατὰ δὲ τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρποῖς

v.1.p.230
οἱ κατὰ τὴν Ἰνδικὴν ἐπιτυγχάνουσι, πάντων δέ, τελεσφορουμένων θατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν.