Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐπεὶ δʼ αἵ τε νῆες καὶ τὰ θηρία κατεσκευάσθησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῷ τρίτῳ μετεπέμψατο τὰς πανταχόθεν δυνάμεις εἰς τὴν Βακτριανήν. τὸ δὲ πλῆθος τῆς ἀθροισθείσης στρατιᾶς ἦν, ὡς Κτησίας ὁ Κνίδιος ἀνέγραψε, πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες, ἁρμάτων δὲ δέκα μυριάδες.

ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι. ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο καμήλους τὰς πεζῇ παρακομιζούσας τὰ σκάφη. ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων εἴδωλα κάμηλοι, καθότι προείρηται· πρὸς δʼ αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων.

τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς ὁ τῶν Μακεδόνων βασιλεύς, ὅτε πρὸς Ῥωμαίους ἔμελλε διακινδυνεύειν ἔχοντας ἐκ Λιβύης ἐλέφαντας. ἀλλʼ οὔτʼ ἐκείνῳ ῥοπὴν ἐνεγκεῖν εἰς τὸν πόλεμον συνέβη τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φιλοτεχνίαν οὔτε Σεμιράμιδι· περὶ ὧν ἀκριβέστερον ὁ προϊὼν λόγος δηλώσει.

ὁ δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνθανόμενος τά τε μεγέθη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερθέσθαι τὴν Σεμίραμιν.

v.1.p.198

καὶ πρῶτον μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια· ἡ γὰρ Ἰνδικὴ παρά τε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆθος, οὗ τὸ πάχος οὐκ ἂν ῥᾳδίως ἄνθρωπος περιλάβοι· λέγεται δὲ καὶ τὰς ἐκ τούτων κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν,

οὔσης ἀσήπτου ταύτης τῆς ὕλης. ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικὴν ἤθροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχθείσης.

ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν καὶ πολλαπλασιάσας τοὺς προϋπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς·

διὸ %5καὶ συνέβαινε κατὰ τὴν ἔφοδον αὐτῶν διά τε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον %5ἀνθρωπίνῃ φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν.