Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

πολλῶν δὲ καὶ παραδόξων ὄντων θεαμάτων κατὰ τὴν Βαβυλωνίαν οὐχ ἥκιστα θαυμάζεται καὶ τὸ πλῆθος τῆς ἐν αὐτῇ γεννωμένης ἀσφάλτου· τοσοῦτον γάρ ἐστιν ὥστε μὴ μόνον ταῖς τοσαύταις καὶ τηλικαύταις οἰκοδομίαις διαρκεῖν, ἀλλὰ καὶ συλλεγόμενον τὸν λαὸν ἐπὶ τὸν τόπον ἀφειδῶς ἀρύεσθαι καὶ ξηραίνοντα κάειν ἀντὶ ξύλων.

ἀναριθμήτων δὲ τὸ πλῆθος ἀνθρώπων ἀρυομένων καθάπερ ἔκ τινος πηγῆς μεγάλης ἀκέραιον διαμένει τὸ πλήρωμα. ἔστι δὲ καὶ πλησίον τῆς πηγῆς ταύτης ἀνάδοσις τῷ μὲν μεγέθει βραχεῖα, δύναμιν δὲ θαυμάσιον ἔχουσα. προβάλλει γὰρ ἀτμὸν θειώδη καὶ βαρύν, ᾧ τὸ προσελθὸν ζῷον ἅπαν ἀποθνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ· πνεύματος γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφθείρεται, καθάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς ὑπὸ τῆς προσπεσούσης ταῖς ἀναπνοαῖς δυνάμεως· εὐθὺς δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺς περὶ τὸν πνεύμονα

v.1.p.190

τόπους. ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰς ἣν ὅταν τις ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δʼ εἰς τὸ μέσον καθάπερ ὑπό τινος βίας κατασπᾶται· ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενος ἀντέχεται μὲν τῆς ἐκβάσεως, ἀντισπωμένῳ δʼ ὑπό τινος ἔοικε· καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺς πόδας, εἶτα τὰ σκέλη μέχρι τῆς ὀσφύος, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶς φέρεται πρὸς βυθόν, καὶ μετʼ ὀλίγον τετελευτηκὼς ἀναβάλλεται. περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.