Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας, περὶ δὲ τῶν πράξεων τῶν παραδεδομένων μὲν εἰς μνήμην, γενομένων δὲ ἐν τοῖς γνωριζομένοις τόποις τῆς οἰκουμένης, διεξιέναι πειρασόμεθα.

τοὺς μὲν οὖν πρώτους ὑπάρξαντας βασιλεῖς οὔτʼ αὐτοὶ λέγειν ἔχομεν οὔτε τῶν ἱστορικῶν τοῖς ἐπαγγελλομένοις εἰδέναι συγκατατιθέμεθα· ἀδύνατον γὰρ τὴν εὕρεσιν τῶν γραμμάτων οὕτως εἶναι παλαιὰν ὥστε τοῖς πρώτοις βασιλεῦσιν ἡλικιώτιδα γενέσθαι· εἰ

v.1.p.16
δέ τις καὶ τοῦτο συγχωρήσαι, τό γε τῶν ἱστοριογράφων γένος παντελῶς φαίνεται νεωστὶ τῷ κοινῷ βίῳ συνεσταμένον.

περὶ δὲ τῆς τοῦ γένους ἀρχαιότητος οὐ μόνον ἀμφισβητοῦσιν Ἕλληνες, ἀλλὰ καὶ πολλοὶ τῶν βαρβάρων, ἑαυτοὺς αὐτόχθονας λέγοντες καὶ πρώτους τῶν ἁπάντων ἀνθρώπων εὑρετὰς γενέσθαι τῶν ἐν τῷ βίῳ χρησίμων, καὶ τὰς γενομένας παρʼ αὐτοῖς πράξεις ἐκ πλείστων χρόνων ἀναγραφῆς ἠξιῶσθαι.

ἡμεῖς δὲ περὶ μὲν τῆς ἑκάστων παλαιότητος τἀκριβὲς καὶ τίνων προτερεῖ τὰ ἔθνη τῶν ἄλλων τοῖς χρόνοις καὶ πόσοις ἔτεσιν οὐκ ἂν διορισαίμεθα, τὰ δὲ λεγόμενα παρʼ ἑκάστοις περὶ τῆς ἀρχαιότητος καὶ τῶν παλαιῶν πράξεων ἐν κεφαλαίοις ἀναγράψομεν, στοχαζόμενοι τῆς συμμετρίας.

περὶ πρώτων δὲ τῶν βαρβάρων διέξιμεν, οὐκ ἀρχαιοτέρους αὐτοὺς ἡγούμενοι τῶν Ἑλλήνων, καθάπερ Ἔφορος εἴρηκεν, ἀλλὰ προδιελθεῖν βουλόμενοι τὰ πλεῖστα τῶν περὶ αὐτούς, ὅπως ἀρξάμενοι τῶν παρὰ τοῖς Ἕλλησιν ἱστορουμένων μηδεμίαν ἐν ταῖς ἀρχαιολογίαις ἑτερογενῆ πρᾶξιν παρεμβάλωμεν.

ἐπεὶ δὲ κατὰ τὴν Αἴγυπτον θεῶν τε γενέσεις ὑπάρξαι μυθολογοῦνται, αἵ τε τῶν ἄστρων ἀρχαιόταται παρατηρήσεις εὑρῆσθαι λέγονται, πρὸς δὲ τούτοις πράξεις ἀξιόλογοι καὶ πολλαὶ μεγάλων ἀνδρῶν ἱστοροῦνται, ποιησόμεθα τῆς ἱστορίας τὴν ἀρχὴν διὰ τῶν κατʼ Αἴγυπτον πραχθέντων.