Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

παραδόξου δʼ εἶναι δοκοῦντος τοῦ μὴ πᾶσαν ἔχειν ἐξουσίαν τὸν βασιλέα τῆς καθʼ ἡμέραν τροφῆς, πολλῷ θαυμασιώτερον ἦν τὸ μήτε δικάζειν μήτε χρηματίζειν τὸ τυχὸν αὐτοῖς ἐξεῖναι, μηδὲ τιμωρήσασθαι μηδένα διʼ ὕβριν ἢ διὰ θυμὸν ἤ τινα ἄλλην αἰτίαν ἄδικον, ἀλλὰ καθάπερ οἱ περὶ ἑκάστων κείμενοι νόμοι προσέταττον.

ταῦτα δὲ κατὰ τὸ ἔθος πράττοντες οὐχ ὅπως ἠγανάκτουν ἢ προσέκοπτον ταῖς ψυχαῖς, ἀλλὰ τοὐναντίον ἡγοῦντο ἑαυτοὺς ζῆν βίον μακαριώτατον·

τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἐνόμιζον ἀλογίστως τοῖς φυσικοῖς πάθεσι

v.1.p.122
χαριζομένους πολλὰ πράττειν τῶν φερόντων βλάβας ἢ κινδύνους, καὶ πολλάκις ἐνίους εἰδότας ὅτι μέλλουσιν ἁμαρτάνειν μηδὲν ἧττον πράττειν τὰ φαῦλα, κατισχυομένους ὑπʼ ἔρωτος ἢ μίσους ἤ τινος ἑτέρου πάθους, ἑαυτοὺς δʼ ἐζηλωκότας βίον τὸν ὑπὸ τῶν φρονιμωτάτων ἀνδρῶν προκεκριμένον ἐλαχίστοις περιπίπτειν ἀγνοήμασι.

τοιαύτῃ δὲ χρωμένων τῶν βασιλέων δικαιοσύνῃ πρὸς ὑποτεταγμένους, τὰ πλήθη ταῖς εἰς τοὺς ἡγουμένους εὐνοίαις πᾶσαν συγγενικὴν φιλοστοργίαν ὑπερεβάλλετο οὐ γὰρ μόνον τὸ σύστημα τῶν ἱερέων, ἀλλὰ καὶ συλλήβδην ἅπαντες οἱ κατʼ Αἴγυπτον οὐχ οὕτω γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων αὐτοῖς ἀγαθῶν ἐφρόντιζον ὡς τῆς τῶν βασιλέων ἀσφαλείας.

τοιγαροῦν πλεῖστον μὲν χρόνον τῶν μνημονευομένων βασιλέων πολιτικὴν κατάστασιν ἐτήρησαν, εὐδαιμονέστατον δὲ βίον ἔχοντες διετέλεσαν, ἕως ἔμεινεν ἡ προειρημένη τῶν νόμων σύνταξις, πρὸς δὲ τούτοις ἐθνῶν τε πλείστων ἐπεκράτησαν καὶ μεγίστους πλούτους ἔσχον, καὶ τὰς μὲν χώρας ἔργοις καὶ κατασκευάσμασιν ἀνυπερβλήτοις, τὰς δὲ πόλεις ἀναθήμασι πολυτελέσι καὶ παντοίοις ἐκόσμησαν.