Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μετὰ δὲ τὴν τοῦ βασιλέως τούτου τελευτὴν ἐπὶ γενεὰς πέντε γενομένης ἀναρχίας τῶν ἀδόξων τις ᾑρέθη βασιλεύς, ὃν Αἰγύπτιοι μὲν ὀνομάζουσι Κέτηνα, παρὰ δὲ τοῖς Ἕλλησιν εἶναι δοκεῖ Πρωνεὺς ὁ κατὰ τὸν Ἰλιακὸν γεγονὼς πόλεμον.

τούτου δὲ παραδεδομένου τῶν τε πνευμάτων ἔχειν ἐμπειρίαν καὶ τὴν μορφὴν μεταβάλλειν ὁτὲ μὲν εἰς ζῴων τύπους,

v.1.p.105
ὁτὲ δὲ εἰς δένδρον ἢ πῦρ ἤ τι τῶν ἄλλων, ὁμολογούμενα τούτοις συμβαίνει καὶ τοὺς ἱερεῖς λέγειν περὶ αὐτοῦ.

ἐκ μὲν γὰρ τῆς μετὰ τῶν ἀστρολόγων συμβιώσεως, ἣν ἐποιεῖτο συνεχῶς, ἐμπειρίαν ἐσχηκέναι τὸν βασιλέα τῶν τοιούτων, ἐκ δὲ τοῦ νομίμου τοῦ παραδεδομένου τοῖς βασιλεῦσι τὸ περὶ τὰς μεταβολὰς τῆς ἰδέας μυθολογηθῆναι παρὰ τοῖς Ἕλλησιν.

ἐν ἔθει γὰρ εἶναι τοῖς κατʼ Αἴγυπτον δυνάσταις περιτίθεσθαι περὶ τὴν κεφαλὴν λεόντων καὶ ταύρων καὶ δρακόντων προτομάς, σημεῖα τῆς ἀρχῆς· καὶ ποτὲ μὲν δένδρα, ποτὲ δὲ πῦρ, ἔστι δʼ ὅτε καὶ θυμιαμάτων εὐωδῶν ἔχειν ἐπὶ τῆς κεφαλῆς οὐκ ὀλίγα, καὶ διὰ τούτων ἅμα μὲν ἑαυτοὺς εἰς εὐπρέπειαν κοσμεῖν, ἅμα δὲ τοὺς ἄλλους εἰς κατάπληξιν ἄγειν καὶ δεισιδαίμονα διάθεσιν.