Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

διόπερ ὅρια τῆς στρατείας ποιησάμενος ἐν τῇ Θρᾴκῃ, στήλας κατεσκεύασεν ἐν πολλοῖς τόποις τῶν ὑπʼ αὐτοῦ κατακτηθέντων· αὗται δὲ τὴν ἐπιγραφὴν εἶχον Αἰγυπτίοις γράμμασι τοῖς ἱεροῖς λεγομένοις, “τήνδε τὴν χώραν ὅπλοις κατεστρέψατο τοῖς ἑαυτοῦ βασιλεὺς βασιλέων καὶ δεσπότης δεσποτῶν Σεσόωσισ” .

τὴν δὲ στήλην κατεσκεύασεν ἔχουσαν αἰδοῖον ἐν μὲν τοῖς μαχίμοις ἔθνεσιν ἀνδρός, ἐν δὲ τοῖς ἀγεννέσι καὶ δειλοῖς γυναικός, ἀπὸ τοῦ κυριωτέρου μέρους

v.1.p.96
τὴν διάθεσιν τῆς ἑκάστων ψυχῆς φανερωτάτην τοῖς ἐπιγινομένοις ἔσεσθαι νομίζων.

ἐν ἐνίοις δὲ τόποις καὶ τὴν ἑαυτοῦ κατεσκεύασεν εἰκόνα λιθίνην, τόξα καὶ λόγχην ἔχουσαν, τῷ μεγέθει τέτταρσι παλαισταῖς μείζονα τῶν τεττάρων πηχῶν, ἡλίκος ὢν καὶ αὐτὸς ἐτύγχανεν.

ἐπιεικῶς δὲ προσενεχθεὶς ἅπασι τοῖς ὑποτεταγμένοις καὶ συντελέσας τὴν στρατείαν ἐν ἔτεσιν ἐννέα, τοῖς μὲν ἔθνεσι κατὰ δύναμιν προσέταξε δωροφορεῖν κατʼ ἐνιαυτὸν εἰς Αἴγυπτον, αὐτὸς δʼ ἀθροίσας αἰχμαλώτων τε καὶ τῶν ἄλλων λαφύρων πλῆθος ἀνυπέρβλητον ἐπανῆλθεν εἰς τὴν πατρίδα, μεγίστας πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος.

καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατʼ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.

καθόλου δὲ ἀπὸ ταύτης τῆς στρατείας οὐ μόνον ἡ συνανδραγαθήσασα δύναμις μεγάλην εὐπορίαν κτησαμένη τὴν ἐπάνοδον ἐποιήσατο λαμπράν, ἀλλὰ καὶ τὴν Αἴγυπτον ἅπασαν συνέβη παντοίας ὠφελείας ἐμπλησθῆναι.