Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

βίῳ γὰρ τὸ παλαιὸν Αἰγυπτίους φασὶ χρῆσθαι τὸ μὲν ἀρχαιότατον πόαν ἐσθίοντας καὶ τῶν ἐν τοῖς ἕλεσι γινομένων τοὺς καυλοὺς καὶ τὰς ῥίζας, πεῖραν διὰ τῆς γεύσεως ἑκάστου λαμβάνοντας, πρώτην δὲ καὶ μάλιστα προσενέγκασθαι τὴν ὀνομαζομένην ἄγρωστιν διὰ τὸ καὶ τῇ γλυκύτητι διάφορον εἶναι καὶ τὴν τροφὴν ἀρκοῦσαν παρέχεσθαι τοῖς σώμασι τῶν ἀνθρώπων·

καὶ γὰρ τοῖς κτήνεσι ταύτην θεωρεῖσθαι προσηνῆ καὶ ταχὺ τοὺς ὄγκους αὐτῶν προσανατρέφειν. διὸ καὶ τῆς εὐχρηστίας τῆς περὶ τὴν βοτάνην ταύτην μνημονεύοντας τοὺς ἀνθρώπους μέχρι τοῦ νῦν, ὅταν πρὸς θεοὺς βαδίζωσι, τῇ χειρὶ ταύτης λαμβάνοντας προσεύχεσθαι· οἴονται γὰρ τὸν ἄνθρωπον ἕλειον καὶ λιμνῶδες εἶναι ζῷον, ἀπό τε τῆς λειότητος τεκμαιρόμενοι καὶ τῆς φυσικῆς ποιότητος, ἔτι δὲ τοῦ προσδεῖσθαι τροφῆς τῆς ὑγρᾶς μᾶλλον ἢ τῆς ξηρᾶς.