Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ὁμοίως δὲ τούτῳ καὶ τὸν Ἐρεχθέα λέγουσι τὸ γένος Αἰγύπτιον ὄντα βασιλεῦσαι τῶν Ἀθηνῶν, τοιαύτας τινὰς φέροντες ἀποδείξεις· γενομένων γὰρ ὁμολογουμένως αὐχμῶν μεγάλων κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην πλὴν Αἰγύπτου διὰ τὴν ἰδιότητα τῆς χώρας, καὶ φθορᾶς ἐπιγενομένης τῶν τε καρπῶν καὶ πλήθους ἀνθρώπων, ἐξ Αἰγύπτου τὸν Ἐρεχθέα κομίσαι διὰ τὴν συγγένειαν σίτου πλῆθος εἰς τὰς Ἀθήνας· ἀνθʼ ὧν τοὺς εὖ παθόντας βασιλέα καταστῆσαι τὸν εὐεργέτην.

τοῦτον δὲ παραλαβόντα

v.1.p.47
τὴν ἡγεμονίαν καταδεῖξαι τὰς τελετὰς τῆς Δήμητρος ἐν Ἐλευσῖνι καὶ τὰ μυστήρια ποιῆσαι, μετενεγκόντα τὸ περὶ τούτων νόμιμον ἐξ Αἰγύπτου. καὶ τῆς θεοῦ δὲ παρουσίαν εἰς τὴν Ἀττικὴν γεγονυῖαν κατὰ τούτους τοὺς χρόνους παραδεδόσθαι κατὰ λόγον, ὡς ἂν τῶν ἐπωνύμων ταύτης καρπῶν τότε κομισθέντων εἰς τὰς Ἀθήνας, καὶ διὰ τοῦτο δόξαι πάλιν ἐξ ἀρχῆς τὴν εὕρεσιν γεγονέναι τοῦ σπέρματος, δωρησαμένης τῆς Δήμητρος.

ὁμολογεῖν δὲ καὶ τοὺς Ἀθηναίους ὅτι βασιλεύοντος Ἐρεχθέως καὶ τῶν καρπῶν διὰ τὴν ἀνομβρίαν προηφανισμένων ἡ τῆς Δήμητρος ἐγένετο παρουσία πρὸς αὐτοὺς καὶ ἡ δωρεὰ τοῦ σίτου. πρὸς δὲ τούτοις αἱ τελεταὶ καὶ τὰ μυστήρια ταύτης τῆς θεοῦ τότε κατεδείχθησαν ἐν Ἐλευσῖνι.

τά τε περὶ τὰς θυσίας καὶ τὰς ἀρχαιότητας ὡσαύτως ἔχειν Ἀθηναίους καὶ τοὺς Αἰγυπτίους· τοὺς μὲν γὰρ Εὐμολπίδας ἀπὸ τῶν κατʼ Αἴγυπτον ἱερέων μετενηνέχθαι, τοὺς δὲ Κήρυκας ἀπὸ τῶν παστοφόρων. τήν τε Ἶσιν μόνους τῶν Ἑλλήνων ὀμνύειν, καὶ ταῖς ἰδέαις καὶ τοῖς ἤθεσιν ὁμοιοτάτους εἶναι τοῖς Αἰγυπτίοις.

πολλὰ δὲ καὶ ἄλλα τούτοις παραπλήσια λέγοντες φιλοτιμότερον ἤπερ ἀληθινώτερον, ὥς γʼ ἐμοὶ φαίνεται, τῆς ἀποικίας ταύτης ἀμφισβητοῦσι διὰ τὴν δόξαν τῆς πόλεως. καθόλου δὲ πλείστας ἀποικίας Αἰγύπτιοί φασιν ἐκπέμψαι τοὺς ἑαυτῶν προγόνους ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης διά τε τὴν ὑπεροχὴν τῶν βασιλευσάντων

v.1.p.48
παρʼ αὐτοῖς καὶ διὰ τὴν ὑπερβολὴν τῆς πολυανθρωπίας·

ὑπὲρ ὧν μήτε ἀποδείξεως φερομένης μηδεμιᾶς ἀκριβοῦς μήτε συγγραφέως ἀξιοπίστου μαρτυροῦντος, οὐκ ἐκρίναμεν ὑπάρχειν τὰ λεγόμενα γραφῆς ἄξια. καὶ περὶ μὲν τῶν θεολογουμένων παρʼ Αἰγυπτίοις τοσαῦθʼ ἡμῖν εἰρήσθω, στοχαζομένοις τῆς συμμετρίας· περὶ δὲ τῆς χώρας καὶ τοῦ Νείλου καὶ τῶν ἄλλων τῶν ἀκοῆς ἀξίων ἐν κεφαλαίοις ἕκαστα διεξιέναι πειρασόμεθα.