Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τὸν δὲ Ὄσιριν λέγουσιν, ὥσπερ εὐεργετικὸν

v.1.p.27
ὄντα καὶ φιλόδοξον, στρατόπεδον μέγα συστήσασθαι, διανοούμενον ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὸν σπόρον τοῦ τε πυρίνου καὶ κριθίνου καρποῦ·

ὑπολαμβάνειν γὰρ αὐτὸν ὅτι παύσας τῆς ἀγριότητος τοὺς ἀνθρώπους καὶ διαίτης ἡμέρου μεταλαβεῖν ποιήσας τιμῶν ἀθανάτων τεύξεται διὰ τὸ μέγεθος τῆς εὐεργεσίας. ὅπερ δὴ καὶ γενέσθαι· οὐ μόνον γὰρ τοὺς κατʼ ἐκείνους τοὺς χρόνους τυχόντας τῆς δωρεᾶς ταύτης, ἀλλὰ καὶ πάντας τοὺς μετὰ ταῦτα ἐπιγενομένους διὰ τὴν ἐν ταῖς εὑρεθείσαις τροφαῖς χάριτα τοὺς εἰσηγησαμένους ὡς ἐπιφανεστάτους θεοὺς τετιμηκέναι.