Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον

v.1.p.17
ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα· τήν τε γὰρ τοῦ καλάμου ῥίζαν καὶ τὸν λωτόν, ἔτι δὲ τὸν Αἰγύπτιον κύαμον καὶ τὸ καλούμενον κορσαῖον καὶ πολλὰ τοιαῦθʼ ἕτερα τροφὴν ἑτοίμην παρέχεσθαι τῷ γένει τῶν ἀνθρώπων.

τῆς δʼ ἐξ ἀρχῆς παρʼ αὐτοῖς ζωογονίας τεκμήριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι τὴν ἐν Θηβαΐδι χώραν κατά τινας καιροὺς τοσούτους καὶ τηλικούτους μῦς γεννᾶν ὥστε τοὺς ἰδόντας τὸ γινόμενον ἐκπλήττεσθαι· ἐνίους γὰρ αὐτῶν ἕως μὲν τοῦ στήθους καὶ τῶν ἐμπροσθίων ποδῶν διατετυπῶσθαι καὶ κίνησιν λαμβάνειν, τὸ δὲ λοιπὸν τοῦ σώματος ἔχειν ἀδιατύπωτον, μενούσης ἔτι κατὰ φύσιν τῆς βώλου.

ἐκ τούτου δʼ εἶναι φανερὸν ὅτι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν τῆς γῆς εὐκράτου καθεστώσης μάλιστʼ ἂν ἔσχε τὴν γένεσιν τῶν ἀνθρώπων ἡ κατʼ Αἴγυπτον χώρα· καὶ γὰρ νῦν, οὐδαμοῦ τῆς ἄλλης γῆς φυούσης οὐδὲν τῶν τοιούτων, ἐν μόνῃ ταύτῃ θεωρεῖσθαί τινα τῶν ἐμψύχων παραδόξως ζωογονούμενα.

καθόλου δὲ λέγουσιν, εἴτε κατὰ τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐφθάρη τὰ πλεῖστα τῶν ζῴων, εἰκὸς μάλιστα διασεσῶσθαι τοὺς κατὰ τὴν Αἴγυπτον ὑπὸ τὴν μεσημβρίαν κατοικοῦντας, ὡς ἂν τῆς χώρας αὐτῶν οὔσης ἀνόμβρου κατὰ τὸ πλεῖστον, εἴτε, καθάπερ τινές φασι, παντελοῦς γενομένης τῶν ἐμψύχων φθορᾶς ἡ γῆ πάλιν ἐξ ἀρχῆς καινὰς ἤνεγκε

v.1.p.18
τῶν ζῴων φύσεις, ὅμως καὶ κατὰ τοῦτον τὸν λόγον πρέπειν τὴν ἀρχηγὸν τῶν ἐμψύχων γένεσιν προσάπτειν ταύτῃ τῇ χώρᾳ.

τῆς γὰρ παρὰ τοῖς ἄλλοις ἐπομβρίας τῷ παρʼ ἑαυτοῖς γινομένῳ καύματι μιγείσης εἰκὸς εὐκρατότατον γενέσθαι τὸν ἀέρα πρὸς τὴν ἐξ ἀρχῆς τῶν πάντων ζωογονίαν.

καὶ γὰρ ἐν τοῖς καθʼ ἡμᾶς ἔτι χρόνοις κατὰ τὴν ἐπίκλυστον Αἴγυπτον ἐν τοῖς ὀψίμοις τῶν ὑδάτων φανερῶς ὁρᾶσθαι γεννωμένας φύσεις ἐμψύχων·

ὅταν γὰρ τοῦ ποταμοῦ τὴν ἀναχώρησιν ποιουμένου τὴν πρώτην τῆς ἰλύος ὁ ἥλιος διαξηράνῃ, φασὶ συνίστασθαι ζῷα, τινὰ μὲν εἰς τέλος ἀπηρτισμένα, τινὰ δὲ ἡμιτελῆ καὶ πρὸς αὐτῇ συμφυῆ τῇ γῇ.