Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῷ δʼ Ἀλεξάνδρῳ πολλὰ καὶ μεγάλα δῶρα παραστήσας κύνας ἔδωκεν ἑκατὸν καὶ πεντήκοντα τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς καὶ τοῖς ἄλλοις προτερήμασι θαυμαζομένους, οὓς ἔφασαν ταῖς τίγρεσιν ἐπιμεμῖχθαι.

βουλόμενος δὲ τὸν Ἀλέξανδρον διὰ τῶν ἔργων λαβεῖν πεῖραν τῆς τῶν κυνῶν ἀρετῆς εἰσήγαγεν εἴς τι περίφραγμα λέοντα τέλειον καὶ τῶν δοθέντων κυνῶν δύο τοὺς εὐτελεστάτους προέβαλε τῷ λέοντι· τούτων δὲ κατισχυομένων ὑπὸ τοῦ θηρίου δύο ἑτέρους εἰς2αφῆκεν.

τῶν δὲ τεττάρων περιγινομένων τοῦ λέοντος πεμφθείς τις ὑπʼ αὐτοῦ μετὰ μαχαίρας ἀφῄρει τὸ δεξιὸν σκέλος ἑνὸς τῶν κυνῶν. τοῦ δὲ βασιλέως ἀναβοήσαντος καὶ τῶν σωματοφυλάκων προσδραμόντων καὶ τῆς τοῦ Ἰνδοῦ χειρὸς ἐπιλαβομένων ὁ μὲν Σωπείθης τρεῖς ἀντὶ τούτου δώσειν ἐπηγγείλατο, ὁ δὲ κυνηγὸς ἐπιλαβόμενος τοῦ σκέλους ἔτεμνεν ἡσυχῇ κατʼ ὀλίγον. ὁ δὲ κύων οὔτε κλαγγὴν οὔτε μυγμὸν προέμενος, ἀλλὰ τοὺς ὀδόντας ἐμπεπρικὼς ἔμενεν ἕως ὅτου γενόμενος ἔξαιμος ἐναπέθανε τῷ θηρίῳ.

ἅμα δὲ τούτοις πραττομένοις ἧκεν Ἡφαιστίων μετὰ τῆς συναπεσταλμένης δυνάμεως πολλὴν τῆς Ἰνδικῆς καταπεπολεμηκώς. τοῦτον μὲν οὖν διὰ τὰς ἀνδραγαθίας ἐπῄνεσεν· αὐτὸς δὲ εἰς τὴν Φηγέως δυναστείαν ἐμβαλὼν καὶ τῶν ἐγχωρίων ἀσμένως τὴν τῶν Μακεδόνων παρουσίαν προσδεξαμένων καὶ τοῦ Φηγέως μετὰ δώρων πολλῶν ἀπαντήσαντος τήν τε βασιλείαν ἔχειν συνεχώρησε καὶ ξενισθεὶς μετὰ τῆς δυνάμεως ἐπὶ δύο ἡμέρας λαμπρῶς ἐπὶ τὸν Ὕφασιν ποταμὸν προῆγεν, οὗ τὸ μὲν πλάτος ἦν σταδίων ἑπτά, τὸ δὲ βάθος ἓξ ὀργυιῶν, τὸ δὲ ῥεῦμα σφοδρὸν καὶ δυσδιάβατον.

ἀκούσας δὲ τοῦ Φηγέως περὶ τῆς πέραν τοῦ Ἰνδοῦ ποταμοῦ χώρας ὅτι δώδεκα μὲν ἡμερῶν ἔχει δίοδον ἔρημον, μετὰ δὲ ταύτην εἶναι ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην, τὸ μὲν πλάτος τριάκοντα καὶ δυεῖν σταδίων, τὸ δὲ βάθος μέγιστον τῶν κατὰ τὴν Ἰνδικήν, πέραν δὲ τούτου κατοικεῖν τό τε τῶν Ταβραισίων καὶ Γανδαριδῶν ἔθνος, τούτων δὲ βασιλεύειν Ξανδράμην, ἔχοντα δισμυρίους μὲν ἱππεῖς, πεζῶν δὲ εἴκοσι μυριάδας, ἅρματα δὲ δισχίλια, ἐλέφαντας δὲ πολεμικῶς κεκοσμημένους τετρακισχιλίους, ἀπιστήσας δὲ τοῖς λεγομένοις προσεκαλέσατο τὸν Πῶρον καὶ περὶ τῶν προσαγγελλομένων τἀκριβὲς διεπυνθάνετο.

ὁ δὲ τἄλλα μὲν ὑπάρχειν ἅπαντα ἀληθῆ διεβεβαιοῦτο, τὸν δὲ βασιλέα τῶν Γανδαριδῶν ἔφησεν εὐτελῆ παντελῶς εἶναι καὶ ἄδοξον ὡς ἂν κουρέως υἱὸν νομιζόμενον εἶναι. εὐπρεπῆ γὰρ ὄντα τὸν τούτου πατέρα μεγάλως ὑπὸ τῆς βασιλίσσης ἀγαπηθῆναι καὶ τοῦ βασιλέως διὰ τῆς γυναικὸς δολοφονηθέντος εἰς τοῦτον περιστῆναι τὴν βασιλείαν.

ὁ δʼ Ἀλέξανδρος, καίπερ ὁρῶν δυσεπίτευκτον τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν οὖσαν, ὅμως οὐκ ἀφίστατο τῆς φιλοτιμίας, ἀλλὰ πιστεύων ταῖς τῶν Μακεδόνων ἀρεταῖς καὶ τοῖς χρησμοῖς ἐλπίδας εἶχε κρατήσειν τῶν βαρβάρων· τὴν μὲν γὰρ Πυθίαν ἀνίκητον αὐτὸν ὠνομακέναι, τὸν δʼ Ἄμμωνα συγκεχωρηκέναι τὴν ἁπάσης τῆς γῆς ἐξουσίαν.

ὁρῶν δὲ τοὺς στρατιώτας ταῖς συνεχέσι στρατείαις καταπεπονημένους καὶ σχεδὸν ὀκταετῆ χρόνον ἐν πόνοις καὶ κινδύνοις τεταλαιπωρηκότας ὑπέλαβεν ἀναγκαῖον εἶναι τὰ πλήθη τοῖς ἁρμόζουσι λόγοις προτρέψασθαι πρὸς τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν.