Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

γενομένης δὲ μάχης τὸ μὲν πρῶτον τοῖς ἱππεῦσιν ἅπαντα σχεδὸν τὰ ἅρματα τῶν Ἰνδῶν διεφθάρη· μετὰ δὲ ταῦτα τῶν ἐλεφάντων ταῖς τε τῶν σωμάτων ὑπεροχαῖς καὶ ταῖς ἀλκαῖς δεόντως χρωμένων οἱ μὲν ὑπὸ τῶν θηρίων συμπατούμενοι μετὰ τῶν ὅπλων θραυομένων τῶν ὀστῶν ἀπώλλυντο, οἱ δὲ ταῖς προνομαῖς περιλαμβανόμενοι καὶ πρὸς ὕψος ἐξαρθέντες πάλιν πρὸς τὴν γῆν ἐράττοντο καὶ δεινοῖς θανάτοις περιέπιπτον, πολλοὶ δὲ τοῖς ὀδοῦσι συγκεντούμενοι καὶ διʼ ὅλων τῶν σωμάτων τιτρωσκόμενοι παραχρῆμα τοῦ ζῆν ἐστερίσκοντο.

τῶν δὲ Μακεδόνων εὐρώστως ὑπομενόντων τὸ δεινὸν καὶ τοὺς ἀνὰ μέσον τῶν θηρίων ταῖς σαρίσαις ἀναιρούντων ἰσόρροπος ἦν ἡ μάχη.

μετὰ δὲ ταῦτα τῶν θηρίων συνακοντιζομένων καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων περιοδύνων γινομένων οἱ μὲν περιβεβηκότες αὐτοῖς Ἰνδοὶ κρατεῖν τῆς ὁρμῆς τῶν ζῴων οὐκ ἴσχυον· ἐκνεύοντα γὰρ εἰς τοὺς ἰδίους ταῖς ὁρμαῖς ἀκατασχέτως ἐφέρετο καὶ τοὺς φίλους συνεπάτει·

ταραχῆς δὲ πολλῆς γινομένης ὁ Πῶρος συνιδὼν τὸ γινόμενον καὶ τεταγμένος ἐπὶ τοῦ κρατίστου τῶν ἐλεφάντων ἤθροισε περὶ αὑτὸν τεσσαράκοντα τῶν θηρίων τὰ μήπω τεταραγμένα καὶ τῶν βάρει τῶν ἐλεφάντων ἐπιβαλὼν τοῖς πολεμίοις πολὺν ἐποίει φόνον, ἅτε καὶ τῇ ῥώμῃ τοῦ σώματος πολὺ προέχων τῶν συστρατευομένων· τὸ γὰρ μῆκος ἦν πηχῶν πέντε, τὸ δʼ εὖρος ὑπῆρχεν ὁ θώραξ αὐτοῦ διπλάσιος τῶν ἄλλων τῶν εὐρωστίᾳ διαφερόντων.

διόπερ τὰ βαλλόμενα σαυνία τοιαύτην εἶχε δύναμιν ὥστε μὴ πολὺ λείπεσθαι τῶν καταπελτικῶν βελῶν. τῶν δʼ ἀντιτεταγμένων Μακεδόνων καταπεπληγμένων τὴν ἀνδραγαθίαν τοῦ Πώρου ὁ Ἀλέξανδρος μεταπεμψάμενος τοὺς τοξότας καὶ τὰ ψιλικὰ τῶν ταγμάτων προσέταξεν ἅπαντας βάλλειν ἐπὶ τὸν Πῶρον.

ταχὺ δὲ τῶν στρατιωτῶν πραξάντων τὸ παραγγελθὲν καὶ βελῶν ἅμα πολλῶν ἐνεχθέντων ἐπὶ τὸν Ἰνδὸν καὶ πάντων ἐπιτυγχανόντων διὰ τὸ μέγεθος τοῦ σκοποῦ ὁ μὲν Πῶρος ἡρωικῶς ἀγωνισάμενος καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων γενόμενος ἔξαιμος ἐλιποψύχησεν καὶ περικλασθεὶς περὶ τὸ θηρίον πρὸς τὴν γῆν κατηνέχθη.

διαδοθείσης δὲ φήμης ὅτι τετελεύτηκεν ὁ βασιλεύς, τὸ λοιπὸν πλῆθος τῶν Ἰνδῶν πρὸς φυγὴν ὥρμησεν.