Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χρέμητος Ῥωμαῖοι κατέστησαν ὑπάτους Πόπλιον Κορνήλιον καὶ Αὖλον Ποστούμιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐν τῇ Ταξίλου χώρᾳ προσαναλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ Πῶρον τὸν τῶν πλησιοχώρων Ἰνδῶν βασιλέα.

οὗτος δʼ εἶχε πεζοὺς μὲν πλείους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ περὶ τρισχιλίους, ἅρματα δὲ πλείω τῶν χιλίων, ἐλέφαντας δὲ ἑκατὸν καὶ τριάκοντα. ἐπεποίητο δὲ καὶ ἕτερον τῶν πλησιοχώρων βασιλέα σύμμαχον, ὃς ὠνομάζετο Ἐμβίσαρος, εἶχε δὲ δύναμιν οὐ πολὺ λειπομένην τῆς τοῦ Πώρου.

ὁ δὲ Ἀλέξανδρος ἀκούσας τοῦτον τὸν βασιλέα τετρακοσίους ἀπέχειν σταδίους ἔκρινε πρὸ τῆς τούτου παρουσίας ἐπιβαλεῖν τῷ Πώρῳ.

ἐγγίσαντος δὲ αὐτοῦ τοῖς Ἰνδοῖς ὁ Πῶρος πυθόμενος πλησίον εἶναι τοὺς πολεμίους εὐθὺς ἐξέταξε τὴν δύναμιν καὶ τοὺς μὲν ἱππεῖς ἐπὶ τὰ κέρατα διεμέρισεν, τοὺς δʼ ἐλέφαντας καταπληκτικῶς κεκοσμημένους κατὰ μέτωπον ἐν ἴσοις διαστήμασιν ἔστησεν· ἀνὰ μέσον δὲ τῶν θηρίων τοὺς λοιποὺς ὁπλίτας ἔταξεν, οἷς συντεταγμένον ἦν παραβοηθεῖν τοῖς θηρίοις καὶ διακωλύειν ἐκ τῶν πλαγίων εἰσακοντίζειν.

ἡ μὲν οὖν ὅλη σύνταξις αὐτῶν ὑπῆρχε πόλει παραπλήσιος τὴν πρόσοψιν· ἡ μὲν γὰρ τῶν ἐλεφάντων στάσις τοῖς πύργοις, οἱ δὲ ἀνὰ μέσον τούτων στρατιῶται τοῖς μεσοπυργίοις ὡμοίωντο· ὁ δὲ Ἀλέξανδρος κατανοήσας τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην τὴν διακόσμησιν οἰκείως ἐξέταξε τὴν δύναμιν.