Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα παρελθὼν πλησίον τοῦ Καυκάσου κατεστρατοπέδευσεν, ὅ τινες Παροπάνισον ὄρος προσαγορεύουσι. τὸ δʼ ὄρος τοῦτο κατὰ πλάτος διελθὼν ἐν ἡμέραις ἑκκαίδεκα πόλιν ἔκτισε κατὰ τὴν εἰσβολὴν τὴν φέρουσαν εἰς τὴν Ἰνδικήν, ἣν ὠνόμασεν Ἀλεξάνδρειαν. κατὰ δὲ μέσον τὸν Καύκασον ἔστι πέτρα δέκα σταδίων ἔχουσα τὴν περίμετρον, τεττάρων δὲ σταδίων τὸ ὕψος, ἐν ᾗ καὶ τὸ Προμηθέως σπήλαιον ἐδείκνυθʼ ὑπὸ τῶν ἐγχωρίων καὶ ἡ τοῦ μυθολογηθέντος ἀετοῦ κοίτη καὶ τὰ τῶν δεσμῶν σημεῖα.

ὁ δʼ Ἀλέξανδρος καὶ ἄλλας πόλεις ἔκτισεν, ἡμέρας ὁδὸν ἀπέχουσας τῆς Ἀλεξανδρείας. κατῴκισε δʼ εἰς ταύτας τῶν μὲν βαρβάρων ἑπτακισχιλίους, τῶν δʼ ἐκτὸς τάξεως συνακολουθούντων τρισχιλίους καὶ τῶν μισθοφόρων τοὺς βουλομένους.

αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν εἰς τὴν Βακτριανήν, ἀκούων τὸν Βῆσσον διάδημά τε ἀνειληφέναι καὶ δυνάμεις ἀθροίζειν. καὶ τὰ μὲν περὶ Ἀλέξανδρον ἐν τούτοις ἦν.

οἱ δʼ εἰς τὴν Ἀρίαν ἀπεσταλμένοι στρατηγοὶ καταλαβόντες τοὺς ἀφεστηκότας δυνάμεις ἀξιολόγους ἠθροικότας καὶ στρατηγὸν ἔχοντας Σατιβαρζάνην, ἄνδρα στρατηγικὸν καὶ ἀνδρείᾳ διαφέροντα, κατεστρατοπέδευσαν πλησίον τῶν πολεμίων. γινομένων δὲ πολλάκις ἀκροβολισμῶν μέχρι μέν τινος μάχαι κατʼ ὀλίγους ἐγίνοντο,

μετὰ δὲ ταῦτα παρατάξεως γενομένης καὶ τῶν βαρβάρων ἰσόμαχον ποιούντων τὸν κίνδυνον ὁ τῶν ἀποστατῶν στρατηγὸς Σατιβαρζάνης, ἀφελὼν ταῖς χερσὶ τὸ περὶ τὴν κεφαλὴν κράνος καὶ δείξας αὑτὸν ὃς ἦν, προεκαλέσατο τὸν βουλόμενον τῶν στρατηγῶν μονομαχῆσαι.

ὑπακούσαντος δὲ τοῦ Ἐριγυιοῦ καὶ γενομένης μάχης ἡρωικῆς συνέβη νικῆσαι τὸν Ἐριγυιόν. οἱ δὲ βάρβαροι διὰ τὸν τοῦ στρατηγοῦ θάνατον καταπλαγέντες καὶ λαβόντες τὴν ἀσφάλειαν παρέδωκαν ἑαυτοὺς τῷ βασιλεῖ.

Βῆσσος δʼ ἑαυτὸν ἀναδεδειχὼς βασιλέα τοῖς θεοῖς ἔθυσε καὶ τοὺς φίλους παραλαβὼν εἰς τὴν εὐωχίαν κατὰ τὸν πότον διηνέχθη πρός τινα τῶν ἑταίρων, ὄνομα Βαγωδάραν. τῆς δὲ φιλοτιμίας ἐπὶ πλέον προελθούσης ὁ μὲν Βῆσσος παροξυνθεὶς ἐπεβάλετο τὸν Βαγωδάραν ἀνελεῖν καὶ ὑπὸ τῶν φίλων πεισθεὶς μετενόησεν.

ὁ δὲ τὸν κίνδυνον ἐκφυγὼν νυκτὸς ἔφυγε πρὸς τὸν Ἀλέξανδρον. τῇ δὲ τούτου σωτηρίᾳ καὶ ταῖς δοθησομέναις ὑπʼ Ἀλεξάνδρου δωρεαῖς προκληθέντες οἱ μέγιστοι τῶν ἡγεμόνων συνεφρόνησαν καὶ συλλαβόντες τὸν Βῆσσον ἀπήγαγον πρὸς τὸν Ἀλέξανδρον.

ὁ δὲ βασιλεὺς τούτους μὲν ἐτίμησεν ἀξιολόγοις δωρεαῖς, τὸν δὲ Βῆσσον παρέδωκε τῷ ἀδελφῷ τοῦ Δαρείου καὶ τοῖς ἄλλοις συγγενέσιν εἰς τιμωρίαν. οἱ δὲ πᾶσαν ὕβριν καὶ αἰκίαν προσενεγκάμενοι καὶ τὸ σῶμα κατὰ λεπτὸν συγκόψαντες τὰ μέλη διεσφενδόνησαν.---