Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀπὸ δὲ τούτων γενόμενος καὶ τὰ κατὰ τὴν Δραγγινὴν καταστήσας ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς πρότερον μὲν Ἀριμασπούς, νῦν δʼ Εὐεργέτας ὀνομαζομένους διὰ τοιαύτας τινὰς αἰτίας. Κῦρος ὁ τὴν Μήδων ἀρχὴν μεταστήσας εἰς Πέρσας ἔν τινι στρατείᾳ περιληφθεὶς ἐν ἐρήμῳ χώρᾳ καὶ πάσῃ σπάνει τῶν ἀναγκαίων ἦλθε μὲν ἐπὶ τοὺς ἐσχάτους κινδύνους, διὰ τὴν ἔνδειαν τῆς τροφῆς ἀναγκαζομένων τῶν στρατιωτῶν ἀλλήλους σαρκοφαγεῖν, τῶν δʼ Ἀριμασπῶν τρισμυρίας ἁμάξας σίτου γεμούσας παρακομισάντων σωθεὶς παραδόξως ἀτελείαις τε καὶ ἄλλαις δωρεαῖς ἐτίμησε τὸ ἔθνος καὶ τὴν προϋπάρχουσαν προσηγορίαν ἀφελόμενος προσηγόρευσεν Εὐεργέτας.

τότε δὲ Ἀλέξανδρος εἰς τὴν τούτων χώραν στρατεύσας καὶ τῶν ἐγχωρίων φιλοφρόνως αὐτὸν προσδεξαμένων ἐτίμησε τὸ ἔθνος ταῖς ἁρμοζούσαις δωρεαῖς. τὸ δʼ αὐτὸ καὶ τῶν ὁμόρων τῶν ὀνομαζομένων Κεδρωσίων ποιησάντων καὶ τούτους ταῖς πρεπούσαις χάρισιν ἠμείψατο. ἀμφοτέρων δὲ τῶν εἰρημένων ἐθνῶν τὴν στρατηγίαν Τιριδάτῃ παρέδωκεν.

περὶ ταῦτα δὲ αὐτοῦ διατρίβοντος ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Σατιβαρζάνης ἐκ τῆς Βακτριανῆς μετὰ δυνάμεως πολλῆς ἱππικῆς παραγενόμενος εἰς τὸ τῶν Ἀρίων ἔθνος ἀπέστησε τοὺς ἐγχωρίους ἀπʼ Ἀλεξάνδρου. ὁ δὲ βασιλεὺς ἀκούσας τὸ γεγονὸς ἀπέστειλεν ἐπʼ αὐτὸν μέρος τῆς δυνάμεως, στρατηγοὺς ἐπιστήσας Ἐριγυιὸν καὶ Στασάνορα, αὐτὸς δὲ τὴν Ἀραχωσίαν καταστρεψάμενος ὀλίγαις ἡμέραις ὑπήκοον ἐποίησεν.