Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὅμως δὲ πολλῶν αὐτῷ μεμψιμοιρούντων τούτους μὲν ταῖς δωρεαῖς ἐθεράπευεν, αὐτὸς δὲ πυθόμενος τὸν Ἀρείας σατράπην Σατιβαρζάνην ἀνῃρηκέναι μὲν τοὺς καταλελειμμένους ὑπʼ αὐτοῦ στρατιώτας, συμφρονεῖν δὲ Βήσσῳ καὶ κεκρικέναι μετʼ αὐτοῦ διαπολεμεῖν Μακεδόσιν ἐστράτευσεν ἐπʼ αὐτόν. ὁ δὲ Σατιβαρζάνης τὴν μὲν δύναμιν ἤθροισεν εἰς Χορτάκανα, πόλιν ἐπιφανεστάτην τῶν ἐν τούτοις τοῖς τόποις καὶ φυσικῇ διαφέρουσαν ὀχυρότητι,

τοῦ δὲ βασιλέως ἐγγίσαντος κατεπλάγη τό τε μέγεθος τῆς δυνάμεως καὶ τὰς διαβεβοημένας τῶν Μακεδόνων ἀνδραγαθίας. διόπερ αὐτὸς μὲν μετὰ δισχιλίων ἱππέων ἐξίππευσε πρὸς Βῆσσον, παρακαλέσων βοηθεῖν κατὰ τάχος, τοῖς δʼ ἄλλοις παρήγγειλε καταφυγεῖν εἰς ὄρος καλούμενον, ἔχον πολλὰς δυσχωρίας καὶ καταφυγὰς εὐθέτους τοῖς μὴ τολμῶσι κατὰ στόμα διακινδυνεύειν.

ὧν πραξάντων τὸ παραγγελθὲν ὁ βασιλεὺς τῇ συνήθει φιλοτιμίᾳ χρησάμενος καὶ τοὺς καταφυγόντας εἴς τινα πέτραν ὀχυρὰν καὶ μεγάλην πολιορκήσας ἐνεργῶς ἠνάγκασεν ἑαυτοὺς παραδοῦναι.

μετὰ δὲ ταῦτα πάσας τὰς κατὰ τὴν σατραπείαν ταύτην πόλεις ἐν τριάκονθʼ ἡμέραις κατακτησάμενος προῆγεν ἐκ τῆς Ὑρκανίας καὶ διανύσας εἰς τὰ βασίλεια τῆς Δραγγινῆς ἐνταῦθα διέτριβε καὶ τὴν δύναμιν ἀνελάμβανε.