Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπανελθόντος δʼ αὐτοῦ πάλιν εἰς τὴν Ὑρκανίαν ἧκεν πρὸς αὐτὸν ἡ βασίλισσα τῶν Ἀμαζόνων, ὄνομα μὲν Θάλληστρις, βασιλεύουσα δὲ τῆς μεταξὺ τοῦ Φάσιδος καὶ Θερμώδοντος χώρας. ἦν δὲ τῷ τε κάλλει καὶ τῇ τοῦ σώματος ῥώμῃ διαφέρουσα καὶ παρὰ τοῖς ὁμοεθνέσι θαυμαζομένη κατʼ ἀνδρείαν, καὶ τὸ μὲν πλῆθος τῆς στρατιᾶς ἐπὶ τῶν ὅρων τῆς Ὑρκανίας ἀπολελοιπυῖα, μετὰ δὲ τριακοσίων Ἀμαζονίδων κεκοσμημένων πολεμικοῖς ὅπλοις παραγενομένη.

τοῦ δὲ βασιλέως θαυμάζοντος τό τε παράδοξον τῆς παρουσίας καὶ τὸ ἀξίωμα τῶν γυναικῶν καὶ τὴν Θάλληστριν ἐρομένου τίνα χρείαν ἔχουσα πάρεστιν, ἀπεφαίνετο παιδοποιίας ἕνεκεν ἥκειν.

ἐκεῖνον μὲν γὰρ τῶν ἁπάντων ἀνδρῶν διὰ τὰς πράξεις ἄριστον ὑπάρχειν, αὑτὴν δὲ τῶν γυναικῶν ἀλκῇ τε καὶ ἀνδρείᾳ διαφέρειν· εἰκὸς οὖν τὸ γεννηθὲν ἐκ δυεῖν γονέων πρωτευόντων ὑπερέξειν ἀρετῇ τῶν ἄλλων ἀνθρώπων. καὶ πέρας ἡσθεὶς ὁ βασιλεὺς καὶ προσδεξάμενος τὴν ἔντευξιν αὐτῆς καὶ συμπεριενεχθεὶς ἡμέρας τρεισκαίδεκα τιμήσας τε ἀξιολόγοις δώροις ἐξαπέστειλεν εἰς τὴν οἰκείαν.

μετὰ δὲ ταῦτα δόξας ἤδη κεκρατηκέναι τῆς ἐπιβολῆς καὶ τὴν βασιλείαν ἀδήριτον ἔχειν ἤρξατο ζηλοῦν τὴν Περσικὴν τρυφὴν καὶ τὴν πολυτέλειαν τῶν Ἀσιανῶν βασιλέων. καὶ πρῶτον μὲν περὶ τὴν αὐλὴν εἶχε ῥαβδούχους Ἀσιαγενεῖς, ἔπειτα τοὺς ἐπιφανεστάτους τῶν Ἀσιανῶν ἀνδρῶν δορυφορεῖν ἔταξεν, ἐν οἷς ἦν καὶ ὁ Δαρείου ἀδελφὸς Ὀξάθρης.

εἶτα τό τε Περσικὸν διάδημα περιέθετο καὶ τὸν διάλευκον ἐνεδύσατο χιτῶνα καὶ τὴν Περσικὴν ζώνην καὶ τἄλλα πλὴν τῶν ἀναξυρίδων καὶ τοῦ κάνδυος. διέδωκε δὲ καὶ τοῖς ἑταίροις περιπορφύρους στολὰς καὶ τοῖς ἵπποις Περσικὰς σκευὰς περιέθηκε.

πρὸς δὲ τούτοις τὰς παλλακίδας ὁμοίως τῷ Δαρείῳ περιήγετο, τὸν μὲν ἀριθμὸν οὔσας οὐκ ἐλάττους πλήθει τῶν κατὰ τὸν ἐνιαυτὸν ἡμερῶν, κάλλει δὲ διαπρεπεῖς ὡς ἂν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν ἐπιλελεγμένας.

αὗται δὲ ἑκάστης νυκτὸς περιῄεσαν τὴν κλίνην τοῦ βασιλέως, ἵνα τὴν ἐκλογὴν αὐτὸς ποιήσηται τῆς μελλούσης αὐτῷ συνεῖναι. τούτοις μὲν οὖν τοῖς ἐθισμοῖς Ἀλέξανδρος σπανίως ἐχρῆτο, τοῖς δὲ προϋπάρχουσι κατὰ τὸ πλεῖστον ἐνδιέτριβε, φοβούμενος τὸ προσκόπτειν τοῖς Μακεδόσιν.