Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀλέξανδρος δὲ τὴν Ὑρκανίαν καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν ταύτῃ τῇ χώρᾳ προσηγάγετο· καὶ πολλοὶ τῶν συμπεφευγότων ἡγεμόνων τῷ Δαρείῳ παρέδωκαν αὑτούς· οἷς ἐπεικῶς προσενεχθεὶς μεγάλην δόξαν ἐπιεικείας ἀπηνέγκατο·

εὐθὺ γὰρ οἱ Δαρείῳ συνεστρατευμένοι τῶν Ἑλλήνων ὄντες περὶ χιλίους καὶ πεντακοσίους ἀνδρείᾳ τε διαφέροντες, παρέδοσαν ἑαυτοὺς Ἀλεξάνδρῳ καὶ συγγνώμης ἀξιωθέντες κατετάχθησαν εἰς τὰς τάξεις ἐπὶ ταῖς αὐταῖς μισθοφοραῖς.

ὁ δʼ Ἀλέξανδρος ἐπελθὼν τὴν παραθαλάσσιον τῆς Ὑρκανίας ἐνέβαλεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Μάρδων. οὗτοι γὰρ ἀλκῇ διαφέροντες ὑπερεφρόνησαν τὴν αὔξησιν τοῦ βασιλέως καὶ οὐδεμιᾶς ἐντεύξεως ἢ τιμῆς ἠξίωσαν αὐτόν,

προκαταλαβόμενοι δὲ τὰς εἰσβολὰς στρατιώταις ὀκτακισχιλίοις τεθαρρηκότως τὴν τῶν Μακεδόνων ἔφοδον ὑπέμενον. ὁ δὲ βασιλεὺς ἐπιπεσὼν αὐτοῖς καὶ συνάψας μάχην τοὺς πλείους μὲν κατέκοψε, τοὺς δὲ λοιποὺς εἰς τὰς δυσχωρίας κατεδίωξε.

πυρπολοῦντος δʼ αὐτοῦ τὴν χώραν καὶ τῶν τοὺς βασιλικοὺς ἵππους ἀγόντων παίδων βραχὺ τοῦ βασιλέως χωρισθέντων ἐπιβαλόντες τινὲς τῶν βαρβάρων ἀφήρπασαν Βουκεφάλαν τὸν ἄριστον τῶν ἵππων.

οὗτος δʼ ἐδόθη δῶρον μὲν ὑπὸ Δημαράτου τοῦ Κορινθίου, συνηγώνιστο δὲ τῷ βασιλεῖ πάντας τοὺς κατὰ τὴν Ἀσίαν ἀγῶνας. γυμνὸς δʼ ὢν ἔτι τὸν πωλοδαμαστὴν μόνον προσεδέχετο, τυχὼν δὲ τῆς βασιλικῆς σκευῆς οὐδὲ τοῦτον ἔτι προσίετο, μόνῳ δὲ Ἀλεξάνδρῳ παρίστατο καὶ συγκαθίει τὸ σῶμα πρὸς τὴν ἀνάβασιν.

ὁ δὲ βασιλεὺς διὰ τὴν ἀρετὴν τοῦ ζῴου δυσφορήσας τὴν μὲν χώραν δενδροτομεῖν προσέταξε, διὰ δὲ τῶν ὁμοφώνων τοῖς ἐγχωρίοις κηρύττειν ὡς ἂν μὴ τὸν ἵππον ἀποδῶσι, τήν τε χώραν εἰς τέλος ὄψονται κατεφθαρμένην τούς τʼ ἐνοικοῦντας πανδημεὶ κατεσφαγμένους.

τῶν δʼ ἀπειλῶν ὀξέως ἐπιτελουμένων καταπλαγέντες οἱ βάρβαροι τὸν ἵππον ἀποκατέστησαν καὶ μετʼ αὐτοῦ πολυτελέστατα δῶρα προσεκόμισαν, πρὸς δὲ τούτοις καὶ πεντήκοντʼ ἄνδρας ἀπέστειλαν, δεόμενοι τυχεῖν συγγνώμης. ὁ δʼ Ἀλέξανδρος τοὺς μὲν ἀξιολογωτάτους τῶν ἀνδρῶν ἔλαβεν ὁμήρους.