Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀλέξανδρος δὲ ἀπὸ τούτων γενόμενος τὰς κατὰ τὴν Περσίδα πόλεις ἐπῆλθεν καὶ τὰς μὲν βίᾳ χειρωσάμενος, τὰς δὲ διὰ τὴν ἰδίαν ἐπιείκειαν προσαγόμενος ἀνέζευξεν ἐπὶ τὸν Δαρεῖον.

οὗτος δʼ ἐπεβάλετο μὲν ἀθροίζειν τὰς ἐκ τῆς Βακτριανῆς καὶ τῶν ἄλλων σατραπειῶν δυνάμεις, καταταχούμενος δὲ καὶ μετὰ τρισμυρίων Περσῶν τε καὶ μισθοφόρων Ἑλλήνων τὴν φυγὴν εἰς Βάκτρα ποιούμενος ὑπὸ Βήσσου τοῦ Βάκτρων σατράπου κατὰ τὴν ἀναχώρησιν συλληφθεὶς ἐδολοφονήθη.

ἄρτι δʼ αὐτοῦ τετελευτηκότος Ἀλέξανδρος μετὰ τῶν ἱππέων ἐπιδιώκων καὶ τὸν Δαρεῖον τετελευτηκότα καταλαβὼν τῆς βασιλικῆς ταφῆς ἠξίωσεν.

ὡς δʼ ἔνιοι γεγράφασιν, ἔμπνουν ἔτι καταλαβὼν τοῖς μὲν ἀτυχήμασιν αὐτοῦ συνήλγησε, παρακληθεὶς δὲ ὑπὸ τοῦ Δαρείου μετελθεῖν τὸν φόνον καὶ καθομολογήσας ἐδίωξε τὸν Βῆσσον. ἐκείνου δὲ πολὺ προειληφότος καὶ συμφυγόντος εἰς τὴν Βακτριανὴν ἐπανῆλθεν ἀπογνοὺς τὸν τῶν πολεμίων διωγμόν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Εὐρώπην Λακεδαιμόνιοι μὲν ἐπταικότες μεγάλῃ παρατάξει διὰ τὴν συμφορὰν ἠναγκάσθησαν διαπρεσβεύεσθαι πρὸς Ἀντίπατρον· ἐκείνου δὲ ἐπὶ τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον τὴν ἀπόκρισιν ἀποστείλαντος οἱ μὲν σύνεδροι συνήχθησαν εἰς Κόρινθον καὶ πολλῶν ῥηθέντων λόγων πρὸς ἑκάτερον μέρος ἔδοξεν αὐτοῖς ἀκέραιον τὴν κρίσιν ἐπὶ τὸν Ἀλέξανδρον ἀναπέμψαι.

ὁ μὲν οὖν Ἀντίπατρος ὁμήρους ἔλαβε τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν πεντήκοντα, οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις ἐξέπεμψαν εἰς τὴν Ἀσίαν,ἀξιοῦντες αὑτοῖς δοῦναι συγγνώμην ἐπὶ τοῖς ἠγνοημένοις.