Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα τὴν μὲν Δαρείου μητέρα καὶ τὰς θυγατέρας καὶ τὸν υἱὸν ἀπέλιπεν ἐν Σούσοις καὶ παρακατέστησε τοὺς διδάξοντας τὴν Ἑλληνικὴν διάλεκτον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τεταρταῖος ἐπὶ τὸν Τίγριν ποταμὸν ἀφίκετο.

ὃς ῥέων ἀπὸ τῆς Οὐξίων ὀρεινῆς τὸ μὲν πρῶτον φέρεται διὰ χώρας τραχείας καὶ χαράδραις μεγάλαις διειλημμένης ἐπὶ σταδίους χιλίους, ἔπειτα διαρρεῖ χώραν πεδιάδα, πραϋνόμενος αἰεὶ μᾶλλον, καὶ διελθὼν σταδίους ἑξακοσίους ἐξίησιν εἰς τὴν κατὰ Πέρσας θάλασσαν.

διαβὰς δὲ τὸν Τίγριν προῆγεν ἐπὶ τὴν Οὐξίων χώραν,οὖσαν πάμφορον καὶ δαψιλέσιν ὕδασι διαρρεομένην καὶ πολλοὺς καὶ παντοδαποὺς ἐκφέρουσαν καρπούς· διὸ καὶ τῆς ὡρίμου ξηραινομένης ὀπώρας παντοδαπὰ πλάσματα χρήσιμα πρὸς ἀπόλαυσιν οἱ τὸν Τίγριν πλέοντες ἔμποροι κατάγουσιν εἰς τὴν Βαβυλωνίαν.

καταλαβὼν δὲ τὰς παρόδους φυλαττομένας ὑπὸ Μαδέτου, συγγενοῦς μὲν ὄντος Δαρείου, δύναμιν δὲ ἔχοντος ἀξιόλογον, κατεσκέψατο τὴν ὀχυρότητα τῶν τόπων. ἀπαροδεύτων δʼ ὄντων κρημνῶν τῶν ἐγχωρίων τις ἀνήρ, Οὔξιος μὲν τὸ γένος, ἔμπειρος δὲ τῶν τόπων, ἐπηγγείλατο τῷ βασιλεῖ διά τινος στενῆς ἀτραποῦ καὶ παραβόλου ἄξειν τοὺς στρατιώτας, ὥστε ὑπερδεξίους γενέσθαι τῶν πολεμίων.

ὁ δʼ Ἀλέξανδρος προσδεξάμενος τοὺς λόγους τούτῳ μὲν συναπέστειλε τοὺς ἱκανοὺς στρατιώτας, αὐτὸς δὲ τὴν δίοδον κατασκευάσας ἐφʼ ὧν ἦν ἐνδεχόμενον ἐκ διαδοχῆς προσέβαλε τοῖς ἐπὶ τῶν παρόδων ἐφεστηκόσιν. ἐνεργῶς δὲ τοῦ κινδύνου συνεστῶτος καὶ τῶν βαρβάρων περισπωμένων περὶ τὸν ἀγῶνα παραδόξως οἱ πεμφθέντες ἐφάνησαν ὑπερδέξιοι τοῖς τὴν πάροδον φυλάττουσι. καταπλαγέντων δὲ τῶν βαρβάρων καὶ πρὸς φυγὴν ὁρμησάντων ἐγκρατὴς ἐγένετο τῆς διεξόδου καὶ ταχέως πασῶν τῶν κατὰ τὴν Οὐξιανὴν πόλεων.