Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοφῶντος ἐν Ῥώμῃ διεδέξαντο τὴν ὑπατικὴν ἀρχὴν Γάιος Δομέττιος καὶ Αὖλος Κορνήλιος. ἐπὶ δὲ τούτων εἰς τὴν Ἑλλάδα τῆς περὶ Ἄρβηλα μάχης διαδοθείσης πολλαὶ τῶν πόλεων ὑφορώμεναι τὴν αὔξησιν τῶν Μακεδόνων ἔγνωσαν, ἕως ἔτι τὰ Περσῶν πράγματα διαμένει, τῆς ἐλευθερίας ἀντέχεσθαι·

βοηθήσειν γὰρ αὐτοῖς Δαρεῖον καὶ χρημάτων τε πλῆθος χορηγήσειν πρὸς τὸ δύνασθαι ξενικὰς μεγάλας δυνάμεις συνίστασθαι καὶ τὸν Ἀλέξανδρον μὴ δυνήσεσθαι διαιρεῖν τὰς δυνάμεις.

εἰ δὲ περιόψονται τοὺς Πέρσας καταπολεμηθέντας, μονωθήσεσθαι τοὺς Ἕλληνας καὶ μηκέτι δυνήσεσθαι φροντίσαι τῆς ἑαυτῶν ἐλευθερίας.

προεκαλέσατο δὲ πρὸς τὴν ἀπόστασιν τοὺς Ἕλληνας καὶ ὁ περὶ τὴν Θρᾴκην νεωτερισμὸς κατὰ τοὺς ὑποκειμένους καιροὺς γενόμενος·

Μέμνων γὰρ ὁ καθεσταμένος στρατηγὸς τῆς Θρᾴκης, ἔχων δύναμιν καὶ φρονήματος ὢν πλήρης, ἀνέσεισε μὲν τοὺς βαρβάρους, ἀποστάτης δὲ γενόμενος Ἀλεξάνδρου καὶ ταχὺ μεγάλης δυνάμεως κυριεύσας φανερῶς ἀπεκαλύψατο πρὸς τὸν πόλεμον.

διόπερ Ἀντίπατρος πᾶσαν ἀναλαβὼν τὴν δύναμιν προῆλθε διὰ Μακεδονίας εἰς Θρᾴκην καὶ διεπολέμει πρὸς τὸν Μέμνονα. τούτου δὲ περὶ ταῦτʼ ὄντος οἱ Λακεδαιμόνιοι καιρὸν ἔχειν ὑπολαβόντες τοῦ παρασκευάσασθαι τὰ πρὸς τὸν πόλεμον παρεκάλουν τοὺς Ἕλληνας συμφρονῆσαι περὶ τῆς ἐλευθερίας.

Ἀθηναῖοι μὲν οὖν, παρὰ πάντας τοὺς ἄλλους Ἕλληνας ὑπʼ Ἀλεξάνδρου προτιμώμενοι, τὴν ἡσυχίαν ἦγον· Πελοποννησίων δʼ οἱ πλείους καὶ τῶν ἄλλων τινὲς συμφρονήσαντες ἀπεγράψαντο πρὸς τὸν πόλεμον καὶ κατὰ δύναμιν τῶν πόλεων καταγράφοντες τῶν νέων τοὺς ἀρίστους κατέλεξαν στρατιώτας πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους.

τὴν δʼ ἡγεμονίαν ἔχοντες Λακεδαιμόνιοι πανδημεὶ πρὸς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ὥρμησαν, Ἄγιδος τοῦ βασιλέως τὴν πάντων ἔχοντος ἡγεμονίαν.