Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ Δαρεῖος τῇ στρατηγίᾳ διαφέρων καὶ συνεργὸν ἔχων τὸ πλῆθος τοῦ κονιορτοῦ τὴν ἀποχώρησιν οὐχ ὁμοίαν τοῖς ἄλλοις βαρβάροις ἐποιεῖτο, εἰς τοὐναντίον δὲ μέρος ὁρμήσας καὶ κρυπτομένην ἔχων διὰ τὸν ἐξαιρόμενον κονιορτὸν τὴν ἰδίαν ἀποχώρησιν ἀκινδύνως αὐτός τε διέφυγεν τούς τε μεθʼ ἑαυτοῦ πάντας εἰς τὰς κατόπιν κειμένας τῶν Μακεδόνων κώμας διέσωσε.

τέλος δὲ πάντων τῶν βαρβάρων πρὸς φυγὴν ὁρμησάντων καὶ τῶν Μακεδόνων τοὺς ἐσχάτους ἀεὶ κτεινόντων ταχὺ πᾶς ὁ πλησίον τοῦ πεδίου τόπος νεκρῶν ἐπληρώθη.

διὸ καὶ τῶν βαρβάρων ἐν ταύτῃ τῇ μάχῃ κατεκόπησαν οἱ πάντες ἱππεῖς τε καὶ πεζοὶ πλείους τῶν ἐννέα μυριάδων· τῶν δὲ Μακεδόνων ἀνῃρέθησαν μὲν εἰς πεντακοσίους, τραυματίαι δʼ ἐγένοντο παμπληθεῖς, ἐν οἷς καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων Ἡφαιστίων μὲν εἰς τὸν βραχίονα ξυστῷ βληθεὶς ἐτρώθη, τῶν σωματοφυλάκων ἡγούμενος, τῶν δὲ στρατηγῶν Περδίκκας καὶ Κοῖνος, ἔτι δὲ Μενίδας καί τινες ἕτεροι τῶν ἐπιφανῶν ἡγεμόνων. ἡ μὲν οὖν περὶ Ἄρβηλα γενομένη παράταξις τοιοῦτον ἔσχε τὸ πέρας.