Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἠξιώθη δὲ τῆς βασιλείας ὁ Δαρεῖος δοκῶν πολὺ προέχειν ἀνδρείᾳ Περσῶν· Ἀρταξέρξου γάρ ποτε τοῦ βασιλέως πολεμοῦντος πρὸς Καδουσίους καί τινος τῶν Καδουσίων ἐπʼ ἀλκῇ καὶ ἀνδρείᾳ διαβεβοημένου προκαλεσαμένου τὸν βουλόμενον Περσῶν μονομαχῆσαι ἄλλος μὲν οὐδεὶς ἐτόλμησεν ὑπακοῦσαι, μόνος δὲ Δαρεῖος ὑποστὰς τὸν κίνδυνον τὸν προκαλεσάμενον ἀπέκτεινεν καὶ ὑπὸ μὲν τοῦ βασιλέως μεγάλαις ἐτιμήθη δωρεαῖς, παρὰ δὲ τοῖς Πέρσαις τὸ πρωτεῖον τῆς ἀνδρείας ἀπηνέγκατο.

διὰ ταύτην δὴ τὴν ἀνδραγαθίαν ἄξιος τῆς βασιλείας νομισθεὶς παρέλαβε τὴν ἀρχὴν περὶ τούτους τοὺς χρόνους, ἐν οἷς Φιλίππου τελευτήσαντος διεδέξατο τὴν βασιλείαν Ἀλέξανδρος.

τοιοῦτον δʼ ἄνδρα τῆς τύχης παραδούσης ἀντίπαλον τῇ κατʼ Ἀλέξανδρον ἀρετῇ συνέβη πολλοὺς καὶ μεγάλους ἀγῶνας συστῆναι περὶ τοῦ πρωτείου. ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν· ἡμεῖς δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.

Δαρεῖος γὰρ παραλαβὼν τὴν βασιλείαν πρὸ μὲν τῆς Φιλίππου τελευτῆς ἐφιλοτιμεῖτο τὸν μέλλοντα πόλεμον εἰς τὴν Μακεδονίαν ἀποστρέψαι· ἐκείνου δὲ τελευτήσαντος ἀπελύθη τῆς ἀγωνίας, καταφρονήσας τῆς Ἀλεξάνδρου νεότητος.

ἐπεὶ δʼ ἡ διὰ τῶν πράξεων ἐνέργεια καὶ ὀξύτης ἐποίησε μὲν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν πᾶσαν ἀναλαβεῖν καὶ τὴν ἀρετὴν τοῦ νεανίσκου γενέσθαι περιβόητον, τότε δὴ νουθετηθεὶς τοῖς ἔργοις ὁ Δαρεῖος ἐπιμέλειαν μεγάλην ἐποιεῖτο τῶν δυνάμεων, τριήρεις τε πολλὰς κατασκευαζόμενος καὶ πολλὰς δυνάμεις ἀξιολόγους συνιστάμενος, ἡγεμόνας τε τοὺς ἀρίστους προκρίνων, ἐν οἷς ὑπῆρχε καὶ Μέμνων ὁ Ῥόδιος, διαφέρων ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ.

τούτῳ δὲ δοὺς ὁ βασιλεὺς μισθοφόρους πεντακισχιλίους προσέταξε παρελθεῖν ἐπὶ πόλιν Κύζικον καὶ πειρᾶσθαι ταύτην χειρώσασθαι. οὗτος μὲν οὖν μετὰ τοσούτων στρατιωτῶν προῆγε διὰ τῆς Ἴδης.