Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἑξῆς δʼ εἱστήκεισαν Θετταλοί, Φίλιππον μὲν ἔχοντες ἡγεμόνα, ἀνδρείᾳ δὲ καὶ τῇ τῶν εἰλῶν ἱππασίᾳ πολὺ προέχοντες τῶν ἄλλων. ἐχομένους δὲ τούτων τοὺς ἐκ Κρήτης τοξότας ἔταξε καὶ τοὺς ἐκ τῆς Ἀχαΐας μισθοφόρους.

ἐφʼ ἑκατέρου δὲ τοῦ κέρατος ἐπικάμπιον ἐποίησε τὴν τάξιν, ὅπως μὴ δύνωνται κυκλοῦν οἱ πολέμιοι τῷ πλήθει τῶν στρατιωτῶν τὴν ὀλιγότητα τῶν Μακεδόνων.

πρὸς δὲ τὰς τῶν δρεπανηφόρων ἁρμάτων ἐπιφορὰς μηχανώμενος ὁ βασιλεὺς παρήγγειλε τοῖς ἐν τῇ φάλαγγι πεζοῖς, ὅταν πλησιάζῃ τὰ τέθριππα, συνασπίσαι καὶ ταῖς σαρίσαις τὰς ἀσπίδας τύπτειν, ὅπως διὰ τὸν ψόφον πτυρόμενα τὴν εἰς τοὐπίσω ποιήσηται φοράν, τοῖς δὲ βιαζομένοις διδόναι διαστήματα, διʼ ὧν ποιήσονται τὴν διέξοδον ἀκίνδυνον τοῖς Μακεδόσιν. αὐτὸς δὲ τοῦ δεξιοῦ μέρους ἡγούμενος καὶ λοξὴν τὴν τάξιν ποιούμενος διʼ ἑαυτοῦ τὴν ὅλην κρίσιν τοῦ κινδύνου ποιεῖσθαι διεγνώκει.

ὁ δὲ Δαρεῖος κατὰ τὰς τῶν ἐθνῶν περιοχὰς τὴν ἔκταξιν πεποιημένος κατά τε τὸν Ἀλέξανδρον τεταγμένος προῆγεν ἐπὶ τοὺς πολεμίους. ὡς δʼ ἐπλησίαζον ἀλλήλαις αἱ δυνάμεις, οἱ μὲν σαλπικταὶ παρʼ ἀμφοτέροις ἐσήμαινον τὸ πολεμικόν, οἱ δʼ ἄνδρες μετὰ πολλῆς βοῆς ἀλλήλοις ἐπεφέροντο.

καὶ πρῶτον τὰ δρεπανηφόρα τῶν ἁρμάτων ἀπὸ κράτους ἐλαυνόμενα πολλὴν ἔκπληξιν καὶ φόβον τοῖς Μακεδόσιν ἐπέστησεν· καὶ γὰρ Μαζαῖος ὁ τῶν ἱππέων ἡγούμενος πυκναῖς ταῖς εἴλαις σὺν τοῖς δρεπανηφόροις ἐπήλαυνε, καταπληκτικωτέραν ποιῶν τὴν ἐπιφορὰν τῶν δρεπανηφόρων.

τῆς δὲ φάλαγγος συνασπιζούσης καὶ κατὰ τὰς τοῦ βασιλέως παραγγελίας ταῖς σαρίσαις πάντων τυπτόντων τὰς ἀσπίδας συνέβαινε ψόφον πολὺν γίνεσθαι.

διόπερ τὰ πολλὰ τῶν ἁρμάτων πτυρομένων τῶν ἵππων ἐστρέφετο καὶ τὴν ῥύμην ἀκατάσχετον ποιοῦντα πρὸς τοὺς ἰδίους βιαίως ἀνέστρεφε. τῶν δʼ ἄλλων προσπεσόντων τῇ φάλαγγι καὶ τῶν Μακεδόνων ποιούντων ἀξιόλογα διαστήματα διὰ τούτων φερόμενα τὰ μὲν συνηκοντίσθη, τὰ δὲ διεξέπεσεν, ἔνια δὲ τῇ βίᾳ τῆς ῥύμης φερόμενα καὶ ταῖς τῶν σιδήρων ἀκμαῖς ἐνεργῶς χρησάμενα πολλὰς καὶ ποικίλας διαθέσεις θανάτων ἀπειργάζετο.

τοιαύτη γὰρ ἦν ἡ ὀξύτης καὶ βία τῶν κεχαλκευμένων πρὸς ἀπώλειαν ὅπλων ὥστε πολλῶν μὲν βραχίονας σὺν αὐταῖς ταῖς ἀσπίσιν ἀποκόπτεσθαι, οὐκ ὀλίγων δὲ τραχήλους παρασύρεσθαι καὶ τὰς κεφαλὰς πίπτειν ἐπὶ τὴν γῆν βλεπόντων ἔτι τῶν ὀμμάτων καὶ τῆς τοῦ προσώπου διαθέσεως διαφυλαττομένης, ἐνίων δὲ τὰς πλευρὰς ἐπικαιρίοις τομαῖς ἀναρήττεσθαι καὶ θανάτους ὀξεῖς ἐπιφέρεσθαι.