Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Δαρεῖος δὲ τῶν ἀποκρίσεων ἀκούσας καὶ τὴν διὰ τῶν λόγων σύνθεσιν ἀπογνοὺς τὴν μὲν δύναμιν καθʼ ἡμέραν συνέταττε καὶ πρὸς τὴν ἐν τοῖς κινδύνοις εὐηκοΐαν ἑτοίμην κατεσκεύαζε, τῶν δὲ φίλων Μαζαῖον μὲν μετὰ στρατιωτῶν ἐπιλέκτων ἐξαπέστειλε παραφυλάξοντα τὴν διάβασιν τοῦ ποταμοῦ καὶ τὸν πόρον προκαταληψόμενον, ἑτέρους δʼ ἐξέπεμψε τὴν χώραν πυρπολήσοντας διʼ ἧς ἀναγκαῖον ἦν διελθεῖν τοὺς πολεμίους· ἐνόμιζε γὰρ τῷ μὲν ῥεύματι τοῦ ποταμοῦ προβλήματι χρῆσθαι πρὸς τὴν ἔφοδον τῶν Μακεδόνων.

τούτων δʼ ὁ μὲν Μαζαῖος ὁρῶν ἀδιάβατον ὄντα τὸν ποταμὸν διά τε τὸ βάθος καὶ τὴν σφοδρότητα τοῦ ῥεύματος τῆς μὲν τούτου φυλακῆς ἠμέλησε, τοῖς δὲ τὴν χώραν πυρπολοῦσι συνεργήσας καὶ πολλὴν γῆν διαφθείρας ὑπέλαβεν ἄβατον ἔσεσθαι τοῖς πολεμίοις διὰ τὴν σπάνιν τῆς τροφῆς.

ὁ δʼ Ἀλέξανδρος παραγενόμενος πρὸς τὴν διάβασιν τοῦ Τίγρεως ποταμοῦ καὶ τὸν πόρον ὑπό τινων ἐγχωρίων μαθὼν διεβίβασε τὴν δύναμιν οὐ μόνον ἐπιπόνως, ἀλλὰ καὶ παντελῶς ἐπικινδύνως.

τοῦ γὰρ πόρου τὸ μὲν βάθος ἦν ὑπὲρ τῶν μαστῶν, τοῦ δὲ ῥεύματος ἡ ὀξύτης πολλοὺς τῶν διαβαινόντων παρέσυρεν καὶ τὴν βάσιν τῶν σκελῶν παρῃρεῖτο, τό τε ῥεῦμα τοῖς ὅπλοις ἐμπῖπτον πολλούς τε παρέφερε καὶ τοῖς ἐσχάτοις κινδύνοις περιέβαλλεν.

ὁ δʼ Ἀλέξανδρος πρὸς τὴν σφοδρότητα τοῦ ῥεύματος ἀντιμηχανώμενος παρήγγειλε πᾶσι τὰς χεῖρας ἀλλήλοις συμπλέκειν καὶ τὴν ὅλην τῶν σωμάτων πυκνότητα ποιεῖν ζεύγματι παραπλησίαν.

παραβόλου δὲ γενομένης τῆς διαβάσεως καὶ τῶν Μακεδόνων μόγις διασωθέντων τὴν μὲν ἡμέραν ταύτην προσανέλαβε τὴν δύναμιν, τῇ δʼ ὑστεραίᾳ συντεταγμένην ἔχων τὴν στρατιὰν προῆγεν ἐπὶ τοὺς πολεμίους καὶ σύνεγγυς γενόμενος τῶν Περσῶν κατεστρατοπέδευσεν.