Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Δαρεῖος δὲ πυθόμενος αὐτοῦ τὴν παρουσίαν συνηθροίκει μὲν τὰς πανταχόθεν δυνάμεις καὶ πάντα τὰ πρὸς τὴν παράταξιν χρήσιμα κατεσκεύαστο. τὰ μὲν γὰρ ξίφη καὶ τὰ ξυστὰ πολὺ μείζω τῶν προγεγενημένων ἐποίησε διὰ τὸ δοκεῖν διὰ τούτων πολλὰ τὸν Ἀλέξανδρον ἐν τῇ περὶ Κιλικίαν μάχῃ πεπλεονεκτηκέναι· κατεσκεύασε δὲ καὶ ἅρματα δρεπανηφόρα διακόσια πρὸς κατάπληξιν καὶ φόβον τῶν πολεμίων εὐθέτως ἐπινενοημένα.

τούτων γὰρ ἑκάστου παρʼ ἑκάτερον τῶν σειροφόρων ἵππων ἐξέκειτο προσηλωμένα τῷ ζυγῷ ξύστρα παραμήκη τρισπίθαμα, τὴν ἐπιστροφὴν τῆς ἀκμῆς ἔχοντα πρὸς τὴν κατὰ πρόσωπον ἐπιφάνειαν, πρὸς δὲ ταῖς κατακλείσεσι τῶν ἀξόνων ἐπʼ εὐθείας ἄλλα δύο, τὴν μὲν τομὴν ὁμοίαν ἔχοντα πρὸς τὴν κατὰ πρόσωπον ἐπιφάνειαν τοῖς προτέροις, τὸ δὲ μῆκος μείζω καὶ πλατύτερα· συνήρμοστο δὲ ταῖς τούτων ἀρχαῖς δρέπανα.

πᾶσαν δὲ τὴν δύναμιν ἔν τε ὅπλοις ἐπισήμοις καὶ ἡγεμόνων ἀρεταῖς κοσμήσας ἀνέζευξεν ἐκ τῆς Βαβυλῶνος ἔχων πεζοὺς μὲν περὶ ὀγδοήκοντα μυριάδας, ἱππεῖς δὲ οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων. κατὰ δὲ τὴν ὁδοιπορίαν δεξιὸν μὲν ἔχων τὸν Τίγριν, ἀριστερὸν δὲ τὸν Εὐφράτην προῄει διὰ χώρας εὐδαίμονος καὶ δυναμένης τοῖς κτήνεσι δαψιλῆ χορτάσματα παρασχέσθαι, τῷ δὲ πλήθει τῶν στρατιωτῶν ἱκανὰς τροφὰς χορηγῆσαι.

ἔσπευδε γὰρ περὶ τὴν Νίνον ποιήσασθαι τὴν παράταξιν, εὐθετωτάτων ὄντων τῶν περὶ αὐτὴν πεδίων καὶ πολλὴν εὐρυχωρίαν παρεχομένων τῷ μεγέθει τῶν ἠθροισμένων ὑπʼ αὐτοῦ δυνάμεων. καταστρατοπεδεύσας δὲ περὶ κώμην τὴν ὀνομαζομένην Ἄρβηλα τὰς δυνάμεις ἐνταῦθα καθʼ ἡμέραν ἐξέταττε καὶ τῇ συνεχεῖ διατάξει καὶ μελέτῃ κατεσκεύασεν εὐπειθεῖς· σφόδρα γὰρ ἠγωνία μήποτε πολλῶν καὶ ἀσυμφώνων ἐθνῶν ἠθροισμένων ταῖς διαλέκτοις ταραχή τις γένηται κατὰ τὴν παράταξιν.