Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Τύριοι τὸ μὲν πρῶτον προσπλέοντες τῷ χώματι κατεγέλων τοῦ βασιλέως, εἰ τοῦ Ποσειδῶνος ἑαυτὸν δοκεῖ περιέσεσθαι· μετὰ δὲ ταῦτα παραδόξως τοῦ χώματος αὐξομένου τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας εἰς Καρχηδόνα διακομίζειν ἐψηφίσαντο, τοὺς δʼ ἀκμάζοντας ταῖς ἡλικίαις ἐπέλεξαν πρὸς τὴν τειχομαχίαν καὶ ναυμαχίαν ἑτοίμως παρεσκεύαζον, ἔχοντες τριήρεις ὀγδοήκοντα.

τέλος δὲ τῶν τέκνων καὶ γυναικῶν μέρος μὲν ἔφθασαν ὑπεκθέμενοι πρὸς τοὺς Καρχηδονίους, καταταχούμενοι δʼ ὑπὸ τῆς πολυχειρίας καὶ ταῖς ναυσὶν οὐκ ὄντες ἀξιόμαχοι συνηναγκάσθησαν ὑπομεῖναι πανδημεὶ τὴν πολιορκίαν.

ἔχοντες δὲ πολλὴν δαψίλειαν καταπελτῶν καὶ τῶν ἄλλων μηχανῶν τῶν πρὸς πολιορκίαν χρησίμων ἑτέρας πολλαπλασίους κατεσκεύασαν ῥᾳδίως διὰ τῶν ἐν τῇ Τύρῳ μηχανοποιῶν καὶ τῶν ἄλλων τεχνιτῶν παντοδαπῶν ὄντων.

διὰ δὲ τούτων ὀργάνων παντοδαπῶν καὶ ξένων ταῖς ἐπινοίαις κατασκευαζομένων ἅπας μὲν ὁ περίβολος τῆς πόλεως ἐπληρώθη τῶν μηχανῶν, μάλιστα δὲ κατὰ τὸν τόπον τοῦτον ἐν ᾧ τὸ χῶμα συνήγγιζε τῷ τείχει.

ὡς δʼ εἰς τὴν ἄφεσιν τοῦ βέλους διέτεινε τὸ κατασκευαζόμενον ὑπὸ τῶν Μακεδόνων ἔργον, καὶ παρὰ τῶν θεῶν τινα προεσημαίνετο τοῖς κινδυνεύουσιν. ἐκ μὲν γὰρ τοῦ πελάγους ὁ κλύδων προσεπέλασε τοῖς ἔργοις κῆτος ἄπιστον τὸ μέγεθος, ὃ προσπεσὸν τῷ χώματι κακὸν μὲν οὐδὲν εἰργάσατο, τῷ δʼ ἑτέρῳ μέρει τοῦ σώματος προσανακεκλιμένον ἐπὶ πολὺν χρόνον ἔμενε καὶ πολλὴν κατάπληξιν παρείχετο τοῖς θεωμένοις τὸ παράδοξον,

πάλιν δʼ εἰς τὸ πέλαγος νηξάμενον εἰς δεισιδαιμονίαν ἀμφοτέρους προηγάγετο· ἑκάτεροι γὰρ ὡς τοῦ Ποσειδῶνος αὐτοῖς βοηθήσειν μέλλοντος διέκρινον τὸ σημεῖον, ῥέποντες ταῖς γνώμαις πρὸς τὸ ἴδιον συμφέρον.

ἐγίνετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα, δυνάμενα διατροπὴν καὶ φόβον τοῖς ὄχλοις παρασχέσθαι. κατὰ γὰρ τὰς τροφὰς παρὰ τοῖς Μακεδόσιν οἱ διακλώμενοι τῶν ἄρτων αἱματοειδῆ τὴν πρόσοψιν εἶχον. ἑωρακέναι δέ τις ἔφησεν ὄψιν καθʼ ἣν ὁ Ἀπόλλων ἔλεγε μέλλειν ἑαυτὸν ἐκλιπεῖν τὴν πόλιν.

τοῦ δὲ πλήθους ὑπονοήσαντος ὅτι πεπλακὼς εἴη τὸν λόγον χαριζόμενος Ἀλεξάνδρῳ καὶ διὰ τοῦτο τῶν νεωτέρων ὁρμησάντων ἐπὶ τὸ λιθοβολῆσαι τὸν ἄνθρωπον οὗτος μὲν διὰ τῶν ἀρχόντων ἐκκλαπεὶς καὶ καταφυγὼν εἰς τὸ τοῦ Ἡρακλέους ἱερὸν διέφυγε τὴν τιμωρίαν διὰ τὴν ἱκεσίαν, οἱ δὲ Τύριοι δεισιδαιμονήσαντες χρυσαῖς σειραῖς προσέδησαν τὸ τοῦ Ἀπόλλωνος ξόανον τῇ βάσει, ἐμποδίζοντες, ὡς ᾤοντο, τοῦ θεοῦ τὸν ἐκ τῆς πόλεως χωρισμόν.