Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

πρώτους δὲ Θετταλοὺς ὑπομνήσας τῆς ἀρχαίας ἀφʼ Ἡρακλέους συγγενείας καὶ λόγοις φιλανθρώποις, ἔτι δὲ μεγάλαις ἐπαγγελίαις μετεωρίσας ἔπεισε τὴν πατροπαράδοτον ἡγεμονίαν τῆς Ἑλλάδος αὐτῷ συγχωρῆσαι κοινῷ τῆς Θετταλίας δόγματι.

μετὰ δὲ τούτους τὰ συνορίζοντα τῶν ἐθνῶν εἰς τὴν ὁμοίαν εὔνοιαν προσαγαγόμενος παρῆλθεν εἰς Πύλας καὶ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συναγαγὼν ἔπεισεν ἑαυτῷ κοινῷ δόγματι δοθῆναι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν.

τοῖς δʼ Ἀμβρακιώταις διαπρεσβευομένοις καὶ φιλανθρώπως ὁμιλήσας ἔπεισεν αὐτοὺς βραχεῖ προειληφέναι τὴν μέλλουσαν ὑπʼ αὐτοῦ δίδοσθαι μετὰ προθυμίας αὐτονομίαν.

πρὸς δὲ τὴν κατάπληξιν τῶν ἀπειθούντων ἦγε τὴν δύναμιν τῶν Μακεδόνων κεκοσμημένην καταπληκτικῶς. ὀξείαις δὲ ταῖς ὁδοιπορίαις χρησάμενος ἧκεν εἰς τὴν Βοιωτίαν καὶ πλησίον τῆς Καδμείας καταστρατοπεδεύσας ἐπέστησε πολὺν φόβον τῇ πόλει τῶν Θηβαίων.

καθʼ ὃν δὴ χρόνον Ἀθηναῖοι πυθόμενοι τὴν εἰς Βοιωτίαν πάροδον τοῦ βασιλέως τῆς προϋπαρχούσης καταφρονήσεως ἀπέστησαν· ἡ γὰρ ὀξύτης τοῦ νεανίσκου καὶ ἡ διὰ τῶν πράξεων ἐνέργεια τοὺς ἀλλοτριοφρονοῦντας μεγάλως ἐξέπληττεν.

διόπερ Ἀθηναῖοι τὰ μὲν ἀπὸ τῆς χώρας ἐψηφίσαντο κατακομίζειν, τῶν δὲ τειχῶν τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιεῖσθαι. πρὸς δὲ τὸν Ἀλέξανδρον πρέσβεις ἐξαπέστειλαν, ἀξιοῦντες συγγνώμην ἔχειν, εἰ τὴν ἡγεμονίαν μὴ ταχέως συγχωροῦσιν.

ἐν δὲ τοῖς πρέσβεσι καὶ Δημοσθένης ἐκπεμφθεὶς οὐ συνῆλθε μετὰ τῶν ἄλλων πρὸς τὸν Ἀλέξανδρον, ἀλλʼ ἐκ τοῦ Κιθαιρῶνος ἀνέκαμψεν εἰς τὰς Ἀθήνας, εἴτε διὰ τὰ πεπολιτευμένα κατὰ Μακεδόνων φοβηθείς, εἴτε βουλόμενος τῷ βασιλεῖ τῶν Περσῶν ἄμεμπτον αὑτὸν διαφυλάττειν.

πολλὰ γὰρ χρήματά φασιν αὐτὸν εἰληφέναι παρὰ Περσῶν, ἵνα πολιτεύηται κατὰ Μακεδόνων· περὶ ὧν καὶ τὸν Αἰσχίνην φασὶν ὀνειδίζοντα τῷ Δημοσθένει κατά τινα λόγον τὴν δωροδοκίαν εἰπεῖν,

νῦν μέντοι τὴν δαπάνην ἐπικέκλυκεν αὐτοῦ τὸ βασιλικὸν χρυσίον. ἔσται δὲ οὐδὲ τοῦθʼ ἱκανόν· οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο.
Aeschin. 3.173

ὁ δὲ Ἀλέξανδρος τοῖς πρέσβεσι τῶν Ἀθηναίων φιλανθρώπους ἀποκρίσεις δοὺς ἀπέλυσε τοῦ πολλοῦ φόβου τὸν δῆμον. τοῦ δʼ Ἀλεξάνδρου παραγγείλαντος εἰς Κόρινθον ἀπαντᾶν τάς τε πρεσβείας καὶ τοὺς συνέδρους, ἐπειδὴ συνῆλθον οἱ συνεδρεύειν εἰωθότες, διαλεχθεὶς ὁ βασιλεὺς καὶ λόγοις ἐπιεικέσι χρησάμενος ἔπεισε τοὺς Ἕλληνας ψηφίσασθαι στρατηγὸν αὐτοκράτορα τῆς Ἑλλάδος εἶναι τὸν Ἀλέξανδρον καὶ συστρατεύειν ἐπὶ τοὺς Πέρσας ὑπὲρ ὧν εἰς τοὺς Ἕλληνας ἐξήμαρτον. τυχὼν δὲ ταύτης τῆς τιμῆς ὁ βασιλεὺς ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν.