Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δʼ ἐπιεικέστατοι τῶν Μακεδόνων τὴν μεταβολὴν τῆς τύχης ὁρῶντες συμπαθεῖς ἐγίνοντο καὶ τὰς τῶν ἀκληρούντων συμφορὰς ἠλέουν, αἷς τὰ μὲν προσήκοντα καὶ μεγάλα μακρὰν ἀπήρτητο, τὰ δʼ ἀλλόφυλα καὶ πολέμια παρῆν σύνεγγυς --- καὶ πρὸς ἀτυχῆ καὶ ἐπονείδιστον αἰχμαλωσίαν παρώρμητο.

μάλιστα δὲ τοὺς παρόντας εἰς δάκρυα καὶ συμπάθειαν ἤγαγεν ἡ Δαρείου μήτηρ καὶ γυνὴ καὶ δύο θυγατέρες ἐπίγαμοι καὶ υἱὸς παῖς τὴν ἡλικίαν.

ἐπὶ γὰρ τούτων ἡ μεταβολὴ τῆς τύχης καὶ τὸ μέγεθος τῶν ἀνελπίστων ἀκληρημάτων ἐν ὄψει κείμενον εὐλόγως τοὺς ὁρῶντας ἐποίει συμπάσχειν τοῖς ἠτυχηκόσι.

περὶ μὲν γὰρ Δαρείου πότερον ζῇ καὶ περίεστιν ἢ καὶ μετὰ τῆς τῶν ἄλλων φθορᾶς ἀπόλωλεν οὐκ ἐγίνωσκον, ἑώρων δὲ τὴν σκηνὴν διαρπάζοντας ἐνόπλους πολεμίους ἄνδρας, ἀγνοοῦντας μὲν τὰς ἡλωκυίας, πολλὰ δὲ διὰ τὴν ἄγνοιαν ἀπρεπῆ πράττοντας, καὶ τὸ σύνολον ὅλην τὴν Ἀσίαν αἰχμάλωτον μεθʼ αὑτῶν γεγενημένην καὶ ταῖς μὲν τῶν σατραπῶν γυναιξὶ προσπιπτούσαις καὶ δεομέναις βοηθεῖν οὐχ οἷον συνεπιλαβέσθαι τινὸς ἴσχυον, ἀλλὰ καὶ αὐταὶ ταύτας ἠξίουν συνεπικουρῆσαι τοῖς ἑαυτῶν ἀκληρήμασιν.

οἱ δὲ τοῦ βασιλέως παῖδες καταλαβόμενοι τὴν τοῦ Δαρείου σκηνὴν τἀκείνου λουτρὰ καὶ δεῖπνα παρεσκευάζοντο καὶ λαμπάδων πολλὴν πυρὰν ἅψαντες προσεδέχοντο τὸν Ἀλέξανδρον, ὅπως ἀπὸ τοῦ διωγμοῦ γενόμενος καὶ καταλαβὼν ἑτοίμην πᾶσαν τὴν παρασκευὴν τοῦ Δαρείου οἰωνίσηται τὴν ὅλην τῆς Ἀσίας ἡγεμονίαν.

κατὰ δὲ τὴν μάχην ἐτελεύτησαν τῶν βαρβάρων πεζοὶ μὲν πλείους τῶν δέκα μυριάδων, ἱππεῖς δʼ οὐκ ἐλάττους τῶν μυρίων, τῶν δὲ Μακεδόνων πεζοὶ μὲν εἰς τριακοσίους, ἱππεῖς δὲ περὶ ἑκατὸν καὶ πεντήκοντα. ἡ μὲν οὖν ἐν Ἰσσῷ τῆς Κιλικίας μάχη τοιοῦτον ἔσχε τὸ τέλος.