Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τέλος δὲ τόν τε Ἐφιάλτην καὶ πολλοὺς ἄλλους ἀνελόντες τοὺς λοιποὺς ἠνάγκασαν εἰς τὴν πόλιν συμφυγεῖν.

οἱ δὲ Μακεδόνες τῆς νυκτὸς ἐπιλαβούσης τοῖς φεύγουσι συνεισέπεσον ἐντὸς τῶν τειχῶν· τοῦ δὲ βασιλέως κελεύσαντος σημῆναι τὸ ἀνακλητικὸν ἀνεχώρησαν εἰς τὸ στρατόπεδον.

οἱ δὲ περὶ τὸν Μέμνονα στρατηγοὶ καὶ σατράπαι συνελθόντες ἔγνωσαν τὴν μὲν πόλιν ἐκλιπεῖν, εἰς δὲ τὴν ἀκρόπολιν τοὺς ἀρίστους τῶν στρατιωτῶν καταστήσαντες μετὰ τῆς ἁρμοζούσης χορηγίας τὸν λοιπὸν ὄχλον καὶ τὰ χρήματα ἀπεκόμισαν εἰς τὴν Κῶν.

ὁ δʼ Ἀλέξανδρος ἅμʼ ἡμέρᾳ γνοὺς τὸ γεγενημένον τὴν μὲν πόλιν κατέσκαψε, τῇ δʼ ἀκροπόλει περιέθηκε τεῖχος καὶ τάφρον ἀξιόλογον· αὐτὸς δὲ μέρος τῆς δυνάμεως μετὰ στρατηγῶν ἐξέπεμψεν εἰς τὴν μεσόγειον, προστάξας τὰ συνεχῆ τῶν ἐθνῶν χειροῦσθαι. οὗτοι μὲν οὖν ἐνεργῶς πολεμήσαντες, πᾶσαν τὴν χώραν μέχρι τῆς μεγάλης Φρυγίας καταστρεψάμενοι, διέθρεψαν τοὺς στρατιώτας ἐκ τῆς πολεμίας·

ὁ δʼ Ἀλέξανδρος τὴν παραθαλαττίαν πᾶσαν μέχρι Κιλικίας χειρωσάμενος πολλὰς πόλεις κατεκτήσατο καὶ φρούρια καρτερὰ φιλοτιμότερον πολιορκήσας τῇ βίᾳ κατεπόνησεν, ἐν οἷς ἑνὸς παραδόξως ἐκράτησε, περὶ οὗ διὰ τὴν ἰδιότητα τῆς περιπετείας οὐκ ἄξιον παραλιπεῖν.