Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁμοῦ δὲ αἵ τε σάλπιγγες ἐσήμαινον παρʼ ἀμφοτέροις τὸ πολεμικὸν καὶ βοὴ πανταχόθεν ἐγίνετο, συνεπισημαινομένων τῶν στρατιωτῶν ταῖς παρʼ ἑκατέρων ἀνδραγαθίαις.

οἱ μὲν γὰρ τὴν ἐν ταῖς μηχαναῖς αἰρομένην εἰς ὕψος φλόγα κατέπαυον, οἱ δʼ εἰς χεῖρας συμπλεκόμενοι πολὺν ἐποίουν φόνον, ἄλλοιδʼ ἐντὸς τῶν πιπτόντων τειχῶν ἀντῳκοδόμουν ἕτερα τείχη πολὺ τῶν προϋπαρχόντων βαρύτερα ταῖς κατασκευαῖς.

τῶν δʼ ἡγεμόνων τῶν περὶ τὸν Μέμνονα προκινδυνευόντων καὶ μεγάλας δωρεὰς διδόντων τοῖς ἀνδραγαθοῦσιν ἀνυπέρβλητος φιλοτιμία παρʼ ἀμφοτέροις ἐγίνετο περὶ τῆς νίκης.

διὸ καὶ παρῆν ὁρᾶν τοὺς μὲν τραύμασιν ἐναντίοις περιπίπτοντας καὶ κατὰ τὰς λιποψυχίας ἀποφερομένους ἐκ τῆς μάχης, τοὺς δὲ περιβαίνοντας τὰ πίπτοντα σώματα καὶ περὶ τῆς τούτων ἀναιρέσεως μεγάλους ἀγῶνας συνισταμένους, ἄλλους δὲ διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν ἐνδιδόντας ἤδη καὶ διὰ τῆς ὑπὸ τῶν ἡγεμόνων παρακλήσεως πάλιν θαρροῦντας καὶ νεαροὺς ταῖς ψυχαῖς γινομένους.

τέλος δὲ πρὸς αὐταῖς ταῖς πύλαις ἔπεσόν τινες τῶν Μακεδόνων καὶ σὺν αὐτοῖς Νεοπτόλεμος ἡγεμών, ἀνὴρ ἐπιφανής. μετὰ δὲ ταῦτα δύο μὲν πύργων εἰς ἔδαφος καθῃρημένων καὶ δυεῖν μεσοπυργίων ἐρριμμένων τῶν μὲν Περδίκκου στρατιωτῶν τινες μεθυσθέντες προπετῶς νυκτὸς προσέβαλλον τοῖς τῆς ἀκροπόλεως τείχεσιν· οἱ δὲ περὶ τὸν Μέμνονα συννοήσαντες τὴν ἀπειρίαν τῶν προσβαλλόντων καὶ ἐπεξελθόντες καὶ τῷ πλήθει πολὺ προέχοντες ἐτρέψαντο τοὺς Μακεδόνας καὶ πολλοὺς ἀνῄρουν.

γνωσθέντος δὲ τοῦ συμβεβηκότος ἐξεβοήθουν πολλοὶ τῶν Μακεδόνων καὶ μεγάλης μάχης γενομένης καὶ τῶν περὶ τὸν Ἀλέξανδρον ἐπιφανέντων οἱ μὲν Πέρσαι βιασθέντες συνεκλείσθησαν εἰς τὴν πόλιν, ὁ δὲ βασιλεὺς τοὺς πεσόντας πρὸ τοῦ τείχους Μακεδόνας διακηρυκευσάμενος ᾔτησεν ὑποσπόνδους. Ἐφιάλτης μὲν οὖν καὶ Θρασύβουλος οἱ Ἀθηναῖοι συμμαχοῦντες τοῖς Πέρσαις συνεβούλευον μὴ διδόναι τοὺς νεκροὺς πρὸς ταφήν, ὁ δὲ Μέμνων συνεχώρησε.