Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

εἰς δὲ τὴν Μίλητον συμπεφευγότων τῶν διασωθέντων ἐκ τῆς μάχης Περσῶν μετὰ Μέμνονος τοῦ στρατηγοῦ ὁ μὲν βασιλεὺς πλησίον τῆς πόλεως στρατοπεδεύσας καθʼ ἡμέραν συνεχεῖς προσβολὰς τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο,

οἱ δὲ πολιορκούμενοι τὸ μὲν πρῶτον ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο, πολλῶν μὲν στρατιωτῶν ἠθροισμένων εἰς τὴν πόλιν, βελῶν δὲ καὶ τῶν ἄλλων τῶν εἰς τὴν πολιορκίαν χρησίμων δαψιλῆ χορηγίαν ἔχοντες·

ἐπεὶ δὲ ὁ βασιλεὺς φιλοτιμότερον ταῖς τε μηχαναῖς ἐσάλευε τὰ τείχη καὶ τὴν πολιορκίαν ἐνεργεστάτην ἐποιεῖτο κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν οἵ τε Μακεδόνες διὰ τῶν πιπτόντων τειχῶν εἰσεβιάζοντο, τηνικαῦτα κατισχυόμενοι πρὸς φυγὴν ἐτράποντο.

εὐθὺ δʼ οἱ Μιλήσιοι μεθʼ ἱκετηριῶν τῷ βασιλεῖ προσπίπτοντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. τῶν δὲ βαρβάρων οἱ μὲν ὑπὸ τῶν Μακεδόνων ἀνῃρέθησαν, οἱ δὲ τῆς πόλεως ἐκπίπτοντες ἔφευγον, οἱ δʼ ἄλλοι πάντες ἥλωσαν.

ὁ δʼ Ἀλέξανδρος τοῖς μὲν Μιλησίοις φιλανθρώπως προσηνέχθη, τοὺς δʼ ἄλλους ἅπαντας ἐξηνδραποδίσατο. τῆς δὲ ναυτικῆς δυνάμεως οὔσης ἀχρήστου καὶ δαπάνας μεγάλας ἐχούσης κατέλυσε τὸ ναυτικὸν πλὴν ὀλίγων νεῶν, αἷς ἐχρῆτο πρὸς τὴν παρακομιδὴν τῶν πολιορκητικῶν ὀργάνων, ἐν αἷς ἦσαν αἱ παρʼ Ἀθηναίων νῆες συμμαχίδες εἴκοσιν.

ἔνιοι δὲ λέγουσι τὸν Ἀλέξανδρον στρατηγικῶς ἐπινοῆσαι τὴν τοῦ στόλου κατάλυσιν· προσδοκίμου γὰρ ὄντος τοῦ Δαρείου καὶ μελλούσης μεγάλης παρατάξεως συντελεῖσθαι νομίσαι τοὺς Μακεδόνας ἐκθυμότερον ἀγωνιεῖσθαι παραιρεθείσης τῆς κατὰ τὴν φυγὴν ἐλπίδος.

τὸ δʼ αὐτὸ πρᾶξαι κατὰ τὴν ἐπὶ Γρανικῷ μάχην· κατὰ νώτου γὰρ λαβεῖν τὸν ποταμόν, ὅπως μηδεὶς ἐπιβάληται φεύγειν προδήλου τῆς ἀπωλείας οὔσης τῶν διωκομένων ἐν τῷ τοῦ ποταμοῦ ῥείθρῳ. καὶ γὰρ κατὰ τοὺς ὕστερον χρόνους Ἀγαθοκλέα τὸν Συρακοσίων βασιλέα μιμησάμενον τὴν Ἀλεξάνδρου στρατηγίαν ἀνέλπιστον καὶ μεγάλην νίκην περιποιήσασθαι·