Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ βαρβάρων εὐρώστως ἀγωνιζομένων καὶ τοὺς ἑαυτῶν θυμοὺς ταῖς τῶν Μακεδόνων ἀρεταῖς ἀντιταττόντων ἡ τύχη συνήγαγεν εἰς ἕνα τόπον τοὺς ἀρίστους εἰς τὴν ὑπὲρ τῆς νίκης κρίσιν.

ὁ γὰρ τῆς Ἰωνίας σατράπης Σπιθροβάτης, γένει μὲν ὢν Πέρσης, Δαρείου δὲ τοῦ βασιλέως γαμβρός, ἀνδρείᾳ δὲ διαφέρων, μετὰ μεγάλης δυνάμεως ἱππέων ἐπέρραξε τοῖς Μακεδόσιν, ἔχων δὲ συναγωνιστὰς τεταγμένους τεσσαράκοντα συγγενεῖς ἀρεταῖς διαφόρους ἐνέκειτο τοῖς ἀνθεστηκόσι καὶ θρασέως ἀγωνιζόμενος οὓς μὲν ἀνῄρει τῶν ἀνθισταμένων, οὓς δὲ κατετραυμάτιζε.

δυσυποστάτου δὲ τῆς περὶ αὐτὸν οὔσης βίας ὁ Ἀλέξανδρος ἐπιστρέψας τὸν ἵππον ἐπὶ τὸν σατράπην ἐφίππευσε τῷ βαρβάρῳ. ὁ δὲ Πέρσης νομίσας παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν τῆς μονομαχίας καιρόν, εἰ συμβήσεται διὰ τῆς ἰδίας ἀνδραγαθίας ἐλευθερωθῆναι τῶν μεγίστων φόβων τὴν Ἀσίαν καὶ τὴν περιβόητον Ἀλεξάνδρου τόλμαν ταῖς ἰδίαις χερσὶ καταλυθῆναι καὶ τὴν τῶν Περσῶν δόξαν μὴ καταισχυνθῆναι φθάνει βαλὼν τὸ σαυνίον ἐπὶ τὸν Ἀλέξανδρον καὶ οὕτω μετὰ σφοδρᾶς εἰσπεσὼν ῥύμης καὶ βιαίως τὸ δόρυ ὠσάμενος διαρρήξας τε τήν τε ἀσπίδα Ἀλεξάνδρου καὶ τὴν δεξιὰν ἐπωμίδα διήλασε διὰ τοῦ θώρακος.

ὁ δὲ βασιλεὺς τὸ μὲν βέλος τῷ βραχίονι παρελκόμενον ἀπέρριψε, τῷ δʼ ἵππῳ προσβαλὼν τὰ κέντρα καὶ τῇ ῥύμῃ τῆς φορᾶς συνεργῷ χρησάμενος εἰς μέσον τοῦ σατράπου τὸ στῆθος ἐνήρεισε τὸ ξυστόν.

οὗ συντελεσθέντος αἱ μὲν πλησίον τάξεις παρʼ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς ἀνδρείας ἀνεβόησαν, τῆς δʼ ἐπιδορατίδος περὶ τὸν θώρακα συντριβείσης καὶ τοῦ θραύσματος ἀποπηδήσαντος ὁ μὲν Πέρσης σπασάμενος τὸ ξίφος ἐπὶ τὸν Ἀλέξανδρον ἐπεφέρετο, ὁ δὲ βασιλεὺς διαλαβὼν τὸ ξυστὸν ἔφθασεν ἐνερεῖσαι τῷ προσώπῳ καὶ διήλασε τὴν πληγήν.

καθʼ ὃν δὴ χρόνον ὁ ἀδελφὸς τοῦ πεσόντος Ῥωσάκης προσιππεύσας κατήνεγκε τῷ ξίφει κατὰ τῆς κεφαλῆς Ἀλεξάνδρου οὕτως ἐπικίνδυνον πληγὴν ὥστε τὸ μὲν κράνος διαπτύξαι, τοῦ δὲ χρωτὸς βραχέως ἐπιψαῦσαι.

κατὰ δὲ τὴν αὐτὴν διαίρεσιν ἐπιφέροντος ἄλλην πληγὴν τοῦ Ῥωσάκου Κλεῖτος ὁ μέλας ἐπικαλούμενος προσελάσας τὸν ἵππον ἀπέκοψε τὴν χεῖρα τοῦ βαρβάρου.