Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ Ἀλέξανδρος πυθόμενος τὴν συνδρομὴν τῶν βαρβαρικῶν δυνάμεων προῆγε καὶ σύντομον τὴν πορείαν ποιησάμενος ἀντεστρατοπέδευσε τοῖς πολεμίοις, ὥστε ἀνὰ μέσον ῥεῖν τῶν παρεμβολῶν τὸν Γρανικόν.

οἱ μὲν οὖν βάρβαροι τὴν ὑπώρειαν κατειλημμένοι τὴν ἡσυχίαν ἦγον, κεκρικότες τοῖς πολεμίοις ἐπιθέσθαι κατὰ τὴν διάβασιν τοῦ ποταμοῦ· καὶ διεσπασμένης τῆς τῶν Μακεδόνων φάλαγγος ῥᾳδίως προτερήσειν ὑπελάμβανον ἐν τῇ μάχῃ·

ὁ δὲ Ἀλέξανδρος τεθαρρηκὼς ἅμʼ ἡμέρᾳ περαιώσας τὴν δύναμιν ἔφθασε τοὺς πολεμίους ἐκτάξας τὴν δύναμιν ἡρμοσμένως πρὸς τὸν ἀγῶνα. οἱ δὲ βάρβαροι πρὸς ὅλην τὴν τάξιν τῶν Μακεδόνων ἔστησαν τὸ πλῆθος τῶν ἱππέων καὶ διὰ τούτων προκινεῖν τὴν μάχην διεγνώκεισαν.

τὸ μὲν οὖν εὐώνυμον μέρος εἶχε Μέμνων ὁ Ῥόδιος καὶ Ἀρσαμένης ὁ σατράπης ἔχοντες τοὺς ἰδίους ἱππεῖς, μετὰ δὲ τούτους Ἀρσίτης ἐτέτακτο τοὺς ἐκ Παφλαγονίας ἔχων ἱππεῖς, ἔπειτα Σπιθροβάτης ὁ Ἰωνίας σατράπης Ὑρκανῶν ἱππέων ἡγούμενος· τὸ δὲ δεξιὸν κέρας ἐπεῖχον χίλιοι μὲν Μῆδοι, δισχίλιοι δὲ οἱ μετὰ Ῥεομίθρους ἱππεῖς καὶ Βακτριανοὶ τούτοις ἴσοι· τὸν δὲ μέσον τόπον ἐπεῖχον οἱ τῶν ἄλλων ἐθνῶν ἱππεῖς, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, ἐπίλεκτοι δὲ ταῖς ἀρεταῖς. οἱ δὲ πάντες ἱππεῖς ὑπῆρχον πλείους τῶν μυρίων.

οἱ δὲ πεζοὶ τῶν Περσῶν ἦσαν μὲν οὐκ ἐλάττους τῶν δέκα μυριάδων, ὄπισθεν δʼ ἐπιτεταγμένοι τὴν ἡσυχίαν ἦγον, ὡς τῶν ἱππέων ἱκανῶν ὄντων καταπονῆσαι τοὺς Μακεδόνας.

τῶν δʼ ἱππέων παρʼ ἀμφοτέροις προθύμως εἰς τὸν κίνδυνον συμπεσόντων τὸ μὲν εὐώνυμον μέρος ἐπέχοντες οἱ τῶν Θετταλῶν ἱππεῖς Παρμενίωνος ἡγουμένου τεθαρρηκότως ἐδέχοντο τὴν ἐπιφορὰν τῶν καθʼ αὑτοὺς τεταγμένων, Ἀλέξανδρος δὲ τοὺς ἀρίστους τῶν ἱππέων κατὰ τὸ δεξιὸν κέρας ἔχων μεθʼ αὑτοῦ πρῶτος ἐφίππευσε τοῖς Πέρσαις καὶ συμπλακεὶς τοῖς πολεμίοις πολὺν ἐποιεῖτο φόνον.