Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Κτησικλέους Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Σουλπίκιον καὶ Λεύκιον Παπίριον. Ἀλέξανδρος δὲ μετὰ τῆς δυνάμεως πορευθεὶς ἐπὶ τὸν Ἑλλήσποντον διεβίβασε τὴν δύναμιν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν.

αὐτὸς δὲ μακραῖς ναυσὶν ἑξήκοντα καταπλεύσας πρὸς τὴν Τρῳάδα χώραν πρῶτος τῶν Μακεδόνων ἀπὸ τῆς νεὼς ἠκόντισε μὲν τὸ δόρυ, πήξας δʼ εἰς τὴν γῆν καὶ αὐτὸς ἀπὸ τῆς νεὼς ἀφαλλόμενος παρὰ τῶν θεῶν ἀπεφαίνετο τὴν Ἀσίαν δέχεσθαι δορίκτητον.

καὶ τοὺς μὲν τάφους τῶν ἡρώων Ἀχιλλέως τε καὶ Αἴαντος καὶ τῶν ἄλλων ἐναγίσμασι καὶ τοῖς ἄλλοις τοῖς πρὸς εὐδοξίαν ἀνήκουσιν ἐτίμησεν, αὐτὸς δὲ τὸν ἐξετασμὸν τῆς ἀκολουθούσης δυνάμεως ἀκριβῶς ἐποιήσατο. εὑρέθησαν δὲ πεζοὶ Μακεδόνες μὲν μύριοι καὶ δισχίλιοι, σύμμαχοι δὲ ἑπτακισχίλιοι, μισθοφόροι δὲ πεντακισχίλιοι, καὶ τούτων ἁπάντων Παρμενίων εἶχε τὴν ἡγεμονίαν.

Ὀδρύσαι δὲ καὶ Τριβαλλοὶ καὶ Ἰλλυριοὶ συνηκολούθουν ἑπτακισχίλιοι, τοξοτῶν δὲ καὶ τῶν Ἀγριάνων καλουμένων χίλιοι, ὥστε τοὺς ἅπαντας εἶναι πεζοὺς τρισμυρίους καὶ δισχιλίους. ἱππεῖς δʼ ὑπῆρχον Μακεδόνες μὲν χίλιοι καὶ ὀκτακόσιοι, Φιλώτου τοῦ Παρμενίωνος ἡγουμένου, Θετταλοὶ δὲ χίλιοι καὶ ὀκτακόσιοι, ὧν ἡγεῖτο Κάλλας ὁ Ἁρπάλου, τῶν δʼ ἄλλων Ἑλλήνων οἱ πάντες ἑξακόσιοι, ὧν ἡγεῖτο Ἐρίγυιος, Θρᾷκες δὲ πρόδρομοι καὶ Παίονες ἐννακόσιοι, Κάσανδρον ἔχοντες ἡγεμόνα, ὥστε τοὺς σύμπαντας ὑπάρχειν ἱππεῖς τετρακισχιλίους καὶ πεντακοσίους. οἱ μὲν οὖν μετʼ Ἀλεξάνδρου διαβάντες εἰς τὴν Ἀσίαν τοσοῦτοι τὸ πλῆθος ἦσαν.

οἱ δʼ ἐπὶ τῆς Εὐρώπης ἀπολελειμμένοι στρατιῶται, ὧν Ἀντίπατρος εἶχε τὴν ἡγεμονίαν, πεζοὶ μὲν ὑπῆρχον μύριοι καὶ δισχίλιοι, ἱππεῖς δὲ χίλιοι καὶ πεντακόσιοι.

τοῦ δὲ βασιλέως ἀναζεύξαντος ἐκ τῆς Τρῳάδος καὶ καταντήσαντος πρὸς τὸ τέμενος τῆς Ἀθηνᾶς ὁ μὲν θύτης Ἀλέξανδρος κατανοήσας πρὸ τοῦ νεὼ κειμένην εἰκόνα χαμαὶ τοῦ Φρυγίας ποτὲ σατραπεύσαντος Ἀριοβαρζάνου καί τινων οἰωνῶν αἰσίων ἄλλων ἐπιγενομένων προσῆλθε τῷ βασιλεῖ καὶ νικήσειν αὐτὸν ἱππομαχίᾳ μεγάλῃ διεβεβαιοῦτο καὶ μάλιστʼ, ἂν τύχῃ περὶ τὴν Φρυγίαν ἀγωνισάμενος.

προσετίθει δὲ καὶ διότι ταῖς ἰδίαις χερσὶν ἀποκτενεῖ μαχόμενος ἐν παρατάξει στρατηγὸν ἐπιφανῆ τῶν πολεμίων· ταῦτα γὰρ αὐτῷ προσημαίνειν τοὺς θεοὺς καὶ μάλιστα τὴν Ἀθηνᾶν, ἣν καὶ συνεργήσειν ἐν τοῖς εὐημερήμασιν.